Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

ιݲεݲ. Φαρισαῖοι, ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ᾿ οἷς καὶ νεκρῶν ἀνάστασις ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις, πολιτεία τε διάφορος, ἐγκράτεια ἕως χρόνου καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ζεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι,

ἀποδεκατώσεις καὶ ἀπαρχαὶ καὶ ἐνδελεχὴς εὐχὴ καὶ σχήματα ἐθελοθρῃσκευτικὰ τῆς ἐνδυμενίας διά τοι τῆς ἀμπεχόνης καὶ τῶν δαλματικῶν ἤγουν κολοβιώνων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοίσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην.

ιݲςݲ. Σαδδουκαῖοι, ἑρμηνευόμενοι δικαιότατοι, οἳ ἔκ γένους μὲν ἠσαν Σαμαρειτῶν ὁμοῦ δὲ καὶ ἱερέως Σαδδοὺκ ὀνόματι, νεκρῶν μὲν ἀνά στασιν ἀρνούμενοι καὶ μὴ παραδεχόμενοι ἄγγελον μήτε πνεῦμα, [*](P XIV) τὰ δὲ λοιπὰ πάντα ὄντες Ἰουδαῖοι.

ιݲζݲ. Ἡμεροβαπτισταί· οὗτοι μὲν κατὰ πάντα Ἰουδαῖοι ἦσαν, ἔφασκον δὲ μηδένα ζωῆς τυγχάνειν αἰωνίου, εἰ μή τι ἂν καθ᾿ ἑκά- στην βαπτίζοιτο.

[*](12 vgl. Luk. 18, 12 — 12 f vgl. Mark. 7, 4 — 16 vgl. Matth. 23, 5 — 23 vgl. Act. 23, 8 O U M anaceph.)[*](1 δὲ2] τε U 4 f παραδώσεων Μ 7 δικαιότητι anaceph. 10 ἀγγέλων καὶ] ἀγγέλου τοῦ anaceph. 11 τε < anaceph. | ἐγκράτεια + τε G 12 διὰ anaceph. 13 f παρὰ τοῖς Γραμματεῦσι *] οἱ Γραμματεῖς GUM anaceph, 14 ἀποδεκάτωσις und + τε anaceph. | ἐνδελεχεῖς εὐχαὶ U 15 ἐνδυμενείας anaceph. 16 ἤγουν] ἢ τῶν UM | κολοβίων U κολλοβίων anaceph. 18 ταῦτα] πάντα? Oh. ταῦτα + πάντα? Dind. 21 Σαδδουκαῖοι + οἱ Vi | οἵ + καὶ anaceph. 22 δὲ < GUM | Σαδοὺκ M | ὀνόματι *] ὀνόματος GUM < 28 μηδὲ anaceph. 24 λοιπὰ < GUM 25 οὗτοι] οἵ anaceph. 26 δὲ < αἰωνίου τυγχάνειν anaceph.)
168

ιݲηݲ. Ὀσσηνοί, οἵ δὴ ἰταμώτατοι ἑρμηνεύονται. ἦσαν δὲ οὗτοι τὰ παντα κατὰ νόμον τελοῦντες, ἐχρῶντο δὲ καὶ γραφαῖς ἑτέραις μετὰ τὸν νόμον, τοὺς δὲ πλείοις τῶν μετέπειτα προφητῶν ἀπεβάλλοντο.

ιݲθݲ. Νασαραῖοι, ἑρμηνευόμενοι ἀφηνιασταί, οἵ πᾶσαν σαρκοφαγίαν 5 ἀπαγορεύουσιν, ἐμψύχων οὐδ᾿ ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες,

φημὶ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωυσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. τὰς δὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωυσέως δογματίζουσιν, ἄλλας δὲ παρ’ αὐτὰς ἔχειν διαβεβαιοῦνται.

κݲ. Ἡρῳδιανοί, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρῴδην δὲ Χριστὸν προσεδόκων καὶ τούτῳ τὸ τοῦ Χριστοῦ ἀπεδίδοσαν γέρας καὶ ονομα.

Οὑτος ὁ πρῶτος τόμος, περιέχων κατὰ πασῶν τῶν εἴκοσι τούτων αἱρέσεων· ἐν αὐτῷ δὲ καὶ ἡ περὶ τῆς Χριστοῦ ἐνδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία.

[*](1 anders unten h. 19. 1, 3; S. 218, 2 Ὀσσηνοὶ = στιβαρὸν γένος GV M anaceph. 2 κατὰ πάντα τὸν νόμον anaceph. 4 Νασσαραῖοι u. + οἱ anaceph. | ἀφανιασταὶ G ἀφιανισταὶ U | οἵ ݲ G U M 5 ἐμψύχων + δὲ 6 ὀνομάζουσι U 10 παρὰ ταύτας anaceph. 12 προσεδόκουν M anaceph. | τὸ] περὶ anaceph. | ἀπεδίδωσαν U ἐπεδίδουν anaceph. | γέρα anaceph. 14 ὁ ݲ < G anaceph. 14 f τούτων ݲ anaceph. 15 τῆς] τοῦ + ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ ἀληθῆς πίστις anaceph. | Unterschrift: αἱ πρὸ τῆς παρουσίας Χριστοῦ αἱρέσεις κݲ)
234

Τάδε ἔνεστι καὶ ἐν τούτῳ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, [*](D3 Ö116 P 52) ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς οὕτως·

κݲαݲ. Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο, Χριστοῦ δὲ ὑπέδυ ὄνομα μόνον.