Anacephalaeosis [Sp.]

Epiphanius

Epiphanius. Epiphanius, Volume 1‑3. Holl, Karl, editor. Leipzig: Hinrich, 1915-1933.

ιݲδݲ. Γραμματεῖς, οἵτινες νομικοὶ μὲν ἠσαν καὶ δευτερωταὶ παρα- δόσεων τῶν παρ᾿ αὐτοῖς πρεσβυτέρων, τῇ περιττοτέρᾳ ἐθελοθφῃσκείᾳ ἔθη φυλάττοντες ἃ οὐ διὰ τοῦ νόμου μεμαθήκασιν, ἀλλ᾿ ἑαυτοῖς ἐτύπωσαν, σεβάσματα δικαιώματος τῆς νομοθεσίας.

ιݲεݲ. Φαρισαῖοι, ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ᾿ οἷς καὶ νεκρῶν ἀνάστασις ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις, πολιτεία τε διάφορος, ἐγκράτεια ἕως χρόνου καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ζεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι,

ἀποδεκατώσεις καὶ ἀπαρχαὶ καὶ ἐνδελεχὴς εὐχὴ καὶ σχήματα ἐθελοθρῃσκευτικὰ τῆς ἐνδυμενίας διά τοι τῆς ἀμπεχόνης καὶ τῶν δαλματικῶν ἤγουν κολοβιώνων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοίσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην.