Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἔστω δὲ ὁ σκοπὸς * τῷ ἐντυγχάνοντι περὶ παντός του ζητήματος, ὅτι τῶν καιρῶν ἐστι καὶ χρόνων τὰ ἐφευρήματα, ὅσα ἠδυνήθη ὁ σμικρὸς ἡμῶν νοῦς ἐξασκηθεὶς καταλαβέσθαι, καὶ οὐ πάν- τως που ἐπαγγελλόμεθα πάντων τῶν ἐν τῷ κόσμῳ ·

ἄφατα γάρ ἐστι καὶ φατά. ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον μὲν εἰς ἀνθρώπους ἡκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα.

τὸ δὲ ἐπάγγελμα ἔχει περὶ διαφορᾶς δοξῶν τε καὶ γνώσεων, ἐπαγγελμάτων τε] πίστεώς τε θεοῦ καὶ ἀπιστίας, αἱρέσεών τε καὶ κακοδόξου γνώμης ἀνθρωπείας ὑπὸ πεπλανημένων ἀνδρῶν ἐν κόσμῳ ἐσπαρμένης, ἐξότε ἄνθρωπος ἐπὶ γῆς πέπλασται ἄχρι τοῦ ἡμετέρου χρόνου τουτέστι βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος ἑνδεκάτου ἔτους καὶ Γρατιανοῦ ἑβδόμου.

τῶν δὲ ὑφ᾿ ἡμῶν μελλόντων εἰς γνῶσιν τῶν ἐντυγχανόντων ἥκειν 〈περὶ〉 αἱρέσεών τε καὶ σχισμάτων τὰ μὲν ἐκ φιλομαθίας ἴσμεν, τὰ δὲ ἐξ ἀκοῆς κατειλήφαμεν, τοῖς δέ τισιν ἰδίοις ὠσὶ καὶ ὀφθαλμοῖς παρετύχομεν· καὶ τῶν μὲν τὰς ῥίζας καὶ τὰ διδάγματα ἐξ ἀκριβοῦς ἀπαγγελίας ἀποδοῦναι πεπιστεύκαμεν, τῶν δὲ μέρος τι τῶν παρ᾿ αὐτοῖς γινομένων. ἐξ ὡν τοῦτο μὲν διὰ συνταγμάτων παλαιῶν συγγραφέων , τοῦτο δὲ δι ἀκοῆς ἀνθρώπων ἀΚριβῶς πιστωσαμένων τὴν ἡμῶν ἔν νοιαν ἔγνωμεν. [*](P3)

τοῦτο δὲ τὸ πᾶν συνηγάγομεν φρόντισμα οὐ δι᾿ ἑαυτῶν ἐπιβαλλόμενοι οὐδ᾿ ἐπεντριβέντες ἐπαγγελίαις ὑπερβαινούσαις τὴν ἡμῶν βραχυλογίαν. καὶ γὰρ καὶ αὐτὸν τοῦτον τὸν λόγον , ὃν συνθεῖναι ηὐδοκήσαμεν θεοῦ βουλήσει, ἐξ ἀνδρῶν φιλοκάλων *, ἄλλοθι ἄλλως καὶ ἄλλοτε ἄλλως νυξάντων τὴν ἡμῶν ἀσθένειαν καὶ βιασαμένων ἡμᾶς ὡς εἰπεῖν παρελθεῖν εἰς τοῦτο, ὡς ἡ ὑμῶν τιμιότης γράφουσα διὰ προσρητικῶν γραμμάτων ᾔτησεν, ὠ τιμιώτατοί μου ἀδελφοὶ καὶ φιλοκαλώτατοι, Ἀκάκιε καὶ Παῦλε, συμπρεσβύτεροι.

ἐπεὶ οὖν παντα- [*](10 f gemeint ist das Jahr 375; vgl. zu S. 153, 1 — 23 vgl. Ancoratus c. 1, 1 S. G, 1 f — 27 f vgl. Ancoratus c. 2, 1; S. 7, 3 ff u. c. 1, 4; S. 6, 23 ff GU M) [*](1 * etwa τῆς πραγματείας Ε; * | του < G 2 ἐφευρέματα M 3 ἠδυνήθη < M | μικρὸς G U 4 * etwa <γενομένων τὴν γνῶσιν 5 ἀμύθητά τε + <καὶ ἐφικτά, ἀριθμητὰ>? * ἀριθμητὰ st. ἀμύθητα? μὴ < M 8 ἐπαγγελμάτων τε]* | τε2] ἐκ G U | ἀπιστείας M 12 < UM 13 <περὶ> 14 σχισμάτων *] τῶν ἀνωτάτω G U M 16 ἀπαγγελίας ἐπαγγελίας GUM 17 τῶν δὲ + <μόνον>? * | παρ’ αὐτοῖς] ἀπ’ αὐτῆς | M 18 συγγραμμάτων G 20 f ἐπιβαλόμενοι U 21 οὐδ’ *] οὐκ GUM 23 φιλοσόφων U | * etwa <συνετάξαμεν αἰτήσεως> * 26 προφητικῶν U 27 φιλοκαλότατοι U)

171
χόθεν οὐκ ἀθεεὶ διασκοπήσας τὰς ψήφους τῶν αἰτήσεων διὰ τὴν ὑπερβάλλουσαν τῶν τοῦ θεοῦ δούλων ἀγάπην εἰς τοῦτο παρελθεῖν κατηξίωμαι, οὐ δι᾿ εὐεπείας λόγων οὐ στωμύλοις τισὶ φθογγαῖς, ἀλλ ἁπλῇ τῇ διαλέκτῳ ἁπλῶ̣ τῷ λόγῳ, ἀκριβείᾳ δὲ τῶν ἐν τῷ λόγῳ δηλουμένων ἄρξομαι τοῦ λέγειν.