Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ὁμοίως καὶ ἐν τῷ τρίτω βιβλίῳ εἰσὶ τόμοι δύο. ἐν τῷ μὲν πρώτῳ τόμῳ τοῦ τρίτου βιβλίουι ἕκτῳ δὲ ὄντι καθ᾿ ὅν ἀριθμὸν προείπαμεν, αἱρέσεις ἑπτὰ οὕτως· Αὐδιανοὶ σχίσμα ὄντες, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἡμιάρειοι Πνευματομάχοι, οἱ τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἅγιον βλασφημοῦντες, Ἀεριανοὶ | Ἀετίου τοῦ Ἀνομοίου, ᾦ συνήφθη [*](D272) Εὐνόμιος ὁ καὶ Ἄνομος.

ἐν δὲ τῷ δευτέρῳ τόμῳ τοῦ αὐτοῦ τρίτου βιβλίου, ἑβδόμῳ δὲ τόμῳ ὄντι καθ᾿ ἥν εἴπαμεν τῶν τόμων τοῦ ἀριθμοῦ διαίρεσιν, ὅς ἐστι τόμος ἕβδομος καὶ τέλος τῆς πραγματείας, αἱρέσεις τέσσαρες οὕτως· Διμοιρῖται, οἱ μὴ τελείαν τὴν Χριστοῦ ἐνανθρώπησιν ὁμολογοῦντες οἱ καὶ Ἀπολλιναρῖται, καὶ οἱ τὴν ἁγίαν Μαρίαν τὴν ἀειπάρθενον μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι λέγοντες, οὕς ἐκαλέσαμεν Ἀντιδικομαριαμίτας, καὶ οἱ εἰς ὄνομα τῆς αὐτῆς Μαρίας κολλυρίδα προσφέροντες, οἵτινες καλοῦνται Κολλυριδιανοί, Μασσαλιανοί, καὶ ἡ περὶ τῆς ὀρθῆς πίστεως καὶ ἀληθείας ἀπολογία μετ’ ἐπιτομῆς τοῦ λόγου, ἥτις ἐστὶν ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.

Αὕτη ἡ ἀνακεφαλαίωσις καὶ ἐπιγραφὴ τῆς πάσης κατὰ αἱρέσεων ὀγδοήκοντα πραγματείας καὶ μιᾶς τῆς ὑπὲρ ἀληθείας ἀπολογίας τῆς μόνης τουτέστι τῆς καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας, ἐν τρισὶ μὲν βιβλίοις ὑποκειμένοις συντεταγμένης, ἐν ἑπτὰ δὲ τόμοις διαιρεθείσης.

[*](G U M anacepli. anc. (bis Ζ. 16))[*](1 <δύο> *, vgl. S. 160, 12 3 τῷ2 < G M | μὲν τῷ U 4 ἔκτῳ δὲ δὲ τόμου GUM 4 f κατὰ τὸν ἀριθμὸν ὃν προείπομεν anacepli. 5 προείπομεν U anaceph. | σχίσμα ὄντες < anacepli. | Φωτιανοὶ anaceph. 6 G Μαρκεληϊανοὶ Μ 7 vor Ἀετίου + Ἀετιανοὶ ἀπὸ U 7 f Ἀετίου — Ἄνομος] Ἀέτιοι οἱ καὶ Ἀνόμοιοι anaceph. 8 Ἀνόμοιος U | τόμῳ < anaceph. 9 U anaceph. 9 f τῶν τόμων τοῦ ἀριθμοῦ < anaceph. 10 ὅς — τείας < anaceph. 11 Διμοιραῖοι anaceph. | vor Χριστοῦ + τοῦ 12 Ἀπολιναρῖται G U Μ anaceph. | καὶ οἱ] οἱ καὶ U anaceph. 14 λέγοντες hinter ἀειπάρθενον (Z. 13) anaceph. 15 αὐτῆς <M | κολλουρίδα Μ κολλυρίδας anaceph. 16 Κολλουριδιανοί M | ἡ < U 17 τοῦ λόγου < 19 f κατὰ τῶν ὀγδοήκοντα αἱρέσεων anaceph. 20 μία U 20 f τῆς μόνης — ἐκκλησίας] τουτέστι τῆς μόνης καθολικῆς ἐκκλησίας anaceph. 21 τῆς (vor κα. θολικῆς) < M 22 ὑποκειμένοις συντεταγμένης . . . διαιρεθείσης Oh.] συντεταγμένη , . . διαιρεθεῖσα GUM ὑποκειμένη συντεταγμένως . . . διαιρεθεῖσα anaceph. 1 ἐν <)

Ἐπιφανίου ἐπισκόπου κατὰ αἱρέσεων τὸ ἐπικληθὲν πανάριον εἴτουν κιβώτιον.

Ἀρχόμενος πίστιν τε καὶ ἀπιστίαν, εὐδοξίαν τε καὶ ἑτεροδοξίαν ἀναγγέιν τε καὶ λέγειν μνησθήσομαι τῆς ἀρχῆς τῆς τοῦ κόσμου καταβολῆς καὶ ἀκολουθίας, οὐ διὰ τῆς ἐμαυτοῦ δυνάμεως οὐδ’ ἀπὸ ἰδίων λογισμῶν ὁρμώμενος, ἀλλ᾿ ὡς ὁ θεὸς ὁ πάντων δεσπότης καὶ ἐλεήμων ἀπεκάλυψε τοῖς ἑαυτοῦ προφήταις καὶ δι᾿ αὐτῶν ἡμᾶς τῆς τοῦ παντὸς γνώσεως κατὰ τὸ ἐγχωροῦν ἀνθρωπείᾳ φύσει κατηξίωσε.

καὶ ἀρχόμενος περὶ τούτων εὐθὺς διασκοπεῖν πρῶτον μὲν οὐκ ἐν μικρῷ ἀγῶνι καθίσταμαι, ἀλλὰ καὶ σφόδρα δέδια ἐπιβαλλόμενος ἔργῳ οὐ τῷ τυχόντι καὶ ἐπικαλοῦμαι αὐτὸν τὸν ἅγιον θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ παῖδα Ἰησοῦν Χριστὸν καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα, ὅπως καταυγάσῃ τῆς ἡμετέρας εὐτελείας τὸν νοῦν πρὸς φωτισμὸν τῆς περὶ τούτων γνώσεως.

οἱ μὲν γὰρ τῶν Ἑλλήνων συγγραφεῖς ποιηταί τε καὶ λογογράφοι ἐπιβαλλόμενοί τινι μυθώδει συγγράμματι Μοῦσάν τινα ἐπεκαλοῦντο. οὐ γὰρ θεόν· δαιμονιώδης γὰρ παρ᾿ αὐτοῖς ἡ σοφία καὶ »ἐπίγειος καὶ οὐκ ἄνωθεν κατερχομένη« κατὰ τὸ γεγραμμένον.

ἡμεῖς δὲ ἐπικαλούμεθα τὸν τῶν ὅλων ἅγιον δεσπότην ἀντιλαβέσθαι τῆς ἡμῶν πτωχείας καὶ ἐμπνεῦσαι τὸ ἅγιον αὐτοῦ πνεῦμα εἰς τὸ μηδὲν παραπεποιημένον εἰς τὴν τῆς ἐπαγγελίας γραφὴν συντάξαι.

καὶ αὐτὸ τοῦτο αἰτησάμενοι, τὴν ἑαυτῶν ἀνικανότητα γινώσκοντες »κατὰ τὸ μέτρον τῆς πίστεως καὶ κατὰ ἀναλογίαν« δωρήσασθαι τὸν αὐτὸν ἡμῖν παρακαλοῦμεν.

[*](13 vgl. II Kor. 4, 6 — 14 vgl. Theophilus ad Autol. II 8; S. 74 Otto — 16 Jak. 1, 15 — 22 vgl. Rom. 12, 3. 6 GU M)[*](1 Überschrift : Ἐπιφανίου ἐπισκόπου κατὰ αἱρέσεων τὸ ἐπικληθὲν πανάριον εἴτουν κιβώτιον GM Ἐπιφανίου ἐπισκόπου Κωνσταντείας τῆς Κύπρου κατὰ αἱρέσεων ὀγδοήκοντα τὸ ἐπικληθὲν παωάρειον εἴτουν κιβώτιον U 4 τῆς 2 < G M τῆς <G | ἑαυτοῦ U | ἀπὸ Pet.] ὑπὸ G U M 11 θεὸν < U 12 υἰὸν M 15 τε <)
170

2. Ἔστω δὲ ὁ σκοπὸς * τῷ ἐντυγχάνοντι περὶ παντός του ζητήματος, ὅτι τῶν καιρῶν ἐστι καὶ χρόνων τὰ ἐφευρήματα, ὅσα ἠδυνήθη ὁ σμικρὸς ἡμῶν νοῦς ἐξασκηθεὶς καταλαβέσθαι, καὶ οὐ πάν- τως που ἐπαγγελλόμεθα πάντων τῶν ἐν τῷ κόσμῳ ·

ἄφατα γάρ ἐστι καὶ φατά. ἀμύθητά τε καὶ ἐν ἀριθμῷ μὴ καθιστάμενα καὶ ὅσον μὲν εἰς ἀνθρώπους ἡκεν ἀνέφικτα, μόνῳ δὲ τῷ τῶν ὅλων δεσπότῃ γινωσκόμενα.