Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἶτα ἡ Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ καὶ ταύτης τέσσαρα ἔθνη· δεκάτη Γοροθηνοί, ἑνδεκάτη Σεβουαῖοι, δωδεκάτη Ἐσσηνοί, τρισκαιδεκάτη Δοσίθεοι.

εἶτα ὁ αὐτὸς προειρημένος Ἰουδαίσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς καὶ διὰ τοῦ δοθέντος νόμου τῷ Μωυσῇ πλατυνθεὶς καὶ ἀπὸ τοῦ Ἰούδα υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴ διὰ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ τῆς τούτου φυλῆς τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς.

καὶ ἀπ᾿ αὐτοῦ τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὑται· τεσσαρεσκαιδεκάτη Γραμματέων, πεντεκαιδεκάτη Φαρισαίων, ἑκκαιδεκάτη Σαδδουκαίων, ἑπτακαιδεκάτη Ἡμεροβαπτιστῶν, ὀκτωκαιδεκάτη Ὀσσαίων, ἐννεακαιδεκάτη Νασαρίων, εἰκοστὴ Ἡρῶδιανῶν.