Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Καὶ ἔστι τὰ ἐν τῇ πάσῃ πραγματείᾳ διὰ τῶν προειρημένων τριῶν βιβλίων, πρώτου καὶ δευτέρου καὶ τρίτου, ἅτινα τρία βιβλία εἰς ἐπτὰ τόμους διείλομεν, ἐν δὲ ἑκάστῳ τόμῳ ἀριθμός τις αἱρέσεων [*](14ff vgl. dieselbe Entschuldigung im Schlußabschnitt περὶ πίστεως c. 19, 2 ff G R M anaceph. (bis ἐκκλησίας Ζ. 9) 26–S. 168, 16 Anacephalaeosis) [*](1 τοῦ Χριστοῦ anaceph. 2 εἰς] ὡς anaceph. 6 παρακαλεῖτε anaceph. 7 τῆ <G R M 7f ἀπολογίᾳ] ὁμολογίᾳ anaceph. 10 εἴ τι]εἰς ὅ εἴ τι G R 11 * etwa <ἐπιχειροῦμεν>* | σεβάσμιον Μ |θέλοντες *]θελήσομεν G R M 12 ἰδίαν]ἁγίαν G R 14 <συγγνῶναι ἡμ>ῖν Dind.] ἵν'G R M 15 <ἡμᾶς> * | ἐπισκήπτειν G R ἐπισκόπτειν Μ 17 λέξομεν G R 18 αὕτη Μ 21 vor τοῦ + <ἀπὸ> oder ἀπηλλοτριωμένας statt ἀπηγορευμένας * 26 τὰ <G R M)

157
καὶ σχισμάτων ἔγκειται, ὁμοῦ δὲ πᾶσαί εἰσιν ὀγδοήκοντα, ὡν αἱ ὀνομασίαι καὶ αἱ προφάσεις αὑται·

πρώτη Βαρβαρισμός, δευτέρα Σκυθισμός, τρίτη Ἑλληνισμός, τετάρτη Ἰουδαϊσμός, πέμπτη Σαμαρειτισμός.

ἐκ τούτων αἱ καθεξῆς· πρὸ Χριστοῦ μὲν τῆς ἐπιδημίας, μετὰ δὲ Βαρβαρισμὸν καὶ τὴν Σκυθικὴν δεισιδαιμονίαν αἱ ἀπὸ τοῦ Ἑλληνισμοῦ φύσασαι αὑται· ἕκτη Πυθαγόρειοι εἴτ᾿ οὐν Περιπατητικοί, διὰ τῶν περὶ Ἀριστοτέλην διαιρεθεῖσα· ἑβδόμη Πλατωνικοί· ὀγδόη Στωϊκοί· ἐνάτη Ἐπικούρειοι.

εἶτα ἡ Σαμαρειτικὴ αἵρεσις ἡ οὖσα ἐκ τοῦ Ἰουδαϊσμοῦ καὶ ταύτης τέσσαρα ἔθνη· δεκάτη Γοροθηνοί, ἑνδεκάτη Σεβουαῖοι, δωδεκάτη Ἐσσηνοί, τρισκαιδεκάτη Δοσίθεοι.

εἶτα ὁ αὐτὸς προειρημένος Ἰουδαίσμὸς ἀπὸ τοῦ Ἀβραὰμ τὸν χαρακτῆρα εἰληφὼς καὶ διὰ τοῦ δοθέντος νόμου τῷ Μωυσῇ πλατυνθεὶς καὶ ἀπὸ τοῦ Ἰούδα υἱοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραὴ διὰ Δαυὶδ τοῦ βασιλεύσαντος ἐκ τῆς τούτου φυλῆς τὸ ἐπώνυμον τοῦ Ἰουδαϊσμοῦ κληρωθείς.

καὶ ἀπ᾿ αὐτοῦ τοῦ Ἰουδαϊσμοῦ ἑπτὰ αἱρέσεις αὑται· τεσσαρεσκαιδεκάτη Γραμματέων, πεντεκαιδεκάτη Φαρισαίων, ἑκκαιδεκάτη Σαδδουκαίων, ἑπτακαιδεκάτη Ἡμεροβαπτιστῶν, ὀκτωκαιδεκάτη Ὀσσαίων, ἐννεακαιδεκάτη Νασαρίων, εἰκοστὴ Ἡρῶδιανῶν.