Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Παρακλήθητε δὲ πάντες οἱ φιλοκάλως ἐντυγχάνοντες τῷ τε προοιμίῳ καὶ ταὶς μετέπειτα αἱρέσεσι καὶ τῇ ὑπὲρ τῆς ἀληθείας ἀπολογίᾳ τε καὶ διδασκαλίᾳ τῆς ἀληθείας καὶ πίστει τῆς ἁγίας καθολικῆς ἐκκλησίας, συγγνῶναι ἡμῖν ἀνθρώποις οὖσι καὶ μετὰ πόνου καὶ ζήλου θεϊκοῦ φιλοτιμουμένοις ὑπὲρ θεοσεβείας ἀπολογεῖσθαι,

εἴ τι ὑπέρογκον * εἰς αὐτὸ τὸ πανάγιον καὶ πανσεβάσμιον ὂνομα θέλοντες κατὰ τὴν ἰδίαν δύναμιν ὑπεραπολογεῖσθαι, τοῦ θεοῦ συγχωροῦντος τὰ ὑπὲρ δύναμιν ἡ πραγματεία.

καὶ ἕτι παρακλήθητε <συγγνῶναι ἡμ>ῖν, εἴ που εὕροιτε <ἡμᾶς> καίτοι γε μὴ ἐν ἔθει ὅντας ἐπισκώπτειν τινὰς ἢ ἐπισκωμματίζειν, διὰ δὲ τὸν πρὸς τὰς αἱρέσεις ζῆλον καὶ εἰς ἀποτροπὴν τῶν ἐντυγχανόντων εἴ που παροξυνόμενοι λέξωμεν, ἢ ἀπατεῶνάς τινας καλοῦντες ἢ ἀγύρτας ἢ ἀθλίους. αὐτὴ γὰρ ἡ| [*](D267) ἀνάγκη ἡ πρὸς τοὺς λόγους τοῦ ἀγῶνος παρασκευάζει ἡμῖν τὸν τοιοῦτον ἱδρῶτα δἰ ἀποτροπὴν τῶν ἐντυγχανόντων καὶ ὅπως δείξωμεν παντελῶς ἀπηγορευμένας τοῦ ἡμε τέρου φρονήματος τὰς ἐκείνων ἐργασίας καὶ μυστήρια καὶ διδασκαλίας, ἵν' ἀπὸ τῶν λόων καὶ τῆς ὀξύτητος τῆς ἀντιλογίας καὶ τὸ ἡμέτερον ἐλευθέριον ἁποδείζωμεν καὶ τινας ἁπὰ τῶν αὐτῶν ἐκκλίνωμεν καὶ διὰ τῶν δοκούντων βαρυτέρων λόγων.