Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἠκούσαμεν δὲ ἐπικληθέντα ὀνόματα ὑπὸ τῆς σῆς τιμιότητος ταῖς αἱρέσεσιν, ὧν ἐκάστης θρῃσκείας ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν διαρρήδην ἡμῖν δηλῶσαι τὴν αἵρεσιν. <οὐκ> ἴση γὰρ ἁπάντων ἡ δωρεά.

καὶ ἀξιοῦμεν εὐχὴν ποιήσασθαι, δὲ τὸν δίκαιον, τῷ κυρίῳ ὑπὲρ πάντων τῶν σε ποθούντων καὶ ἐκδεχομένων τὴν παρὰ σοῦ δωρεάν.

ἐν νηστείᾳ καὶ εὐχῇ ἐσμεν τὸν κοινὸν ἡμῶν ἀδελφὸν δεχθέντα ὑπὸ | τῆς σῆς τιμιότητος ἀσμένως καὶ] κομίσαι τὴν ὐπὸ σοῦ δεδωρημένην δωρεὰν καὶ οὕτως ἀναπέμψαι τὰς ἐξ ἔθους εὐχὰς πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι.