Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁμολογοῦμεν γὰρ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἰ ἀκούοντες, ὅτι ἐν ταύτῃ τῇ γενεᾷ νέον σε ἀπόστολον ἤγειρεν ἡμῖν καὶ κήρυκα ὁ σωτήρ, Ἰωάννην νέον, τοῦ κηρύσσειν τὰ ἀφειλόμενα φυλάττεσθαι ὑπὸ τῶν τὸν δρόμον τοῦτον προβαλλομένων.

τοῦ οὖν κοινοῦ ἀδελφοῦ Μαρκέλλου ἐπὶ τῇ τοσαύτῃ φήμῃ ἀγχομένου καὶ ἑλκομένου τῇ ποθήσει τῆς σῆς θεοσεβείας, ἄντος τε καὶ τῆς ἡμετέρας μάνδρας, αὐτόν τε ὑπηρέτην ἐσχηκότες τῆς τοσαύτης ὁδοῦ, καὶ νεοκατηχήτου ὄντος, ἐπετρέψαμεν Ε; τὴν τοσαύτην ἡμῶν τόλμαν τῶν ἁμαρτωλῶν πρὸς τὸν μαθητὴν δε τοῦ σωτῆρος.

ὅ δὲ ἀξιοῦμεν, τῶν ῤηθέντων σοι πρός τινας ἀδελφοὺς εἰς παιδείαν δωρήσασθαι, ὅπερ σοὶ μὲν τῷ δικαίῳ ἀβαρές, ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς μεταλαβοῦσιν εὐφρανθῆναι ἐν κυρίῳ. ἐμπλησθέντες γάρ σου τῶν πνευματικῶν ῤημάτων ἐπικουφιζόμεθα τῶν ἀνομιῶν ἠμῶν.

ἠκούσαμεν δὲ ἐπικληθέντα ὀνόματα ὑπὸ τῆς σῆς τιμιότητος ταῖς αἱρέσεσιν, ὧν ἐκάστης θρῃσκείας ἀξιοῦμεν τὴν σὴν θεοσέβειαν διαρρήδην ἡμῖν δηλῶσαι τὴν αἵρεσιν. <οὐκ> ἴση γὰρ ἁπάντων ἡ δωρεά.