Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλ᾿ ἐπειδὴ ἠ ὀδὸς ἐπεσχέθη ὑπὸ τῆς ἀρρωστίας τῆς σωματικῆς κη( καὶ τῆς ταλαιπωρίας, οὐκ ἰσχύσαμεν αὐτοὶ γενόμενοι πρὸς τοὺς σοὺς πόδας προκυλινδούμενοι ἀκοῦσαί τε καὶ μαθεῖν τὰ ἐκπορευόμενα πνευματικὰ ἅγια βήματα ἐκ τοῦ σοῦ στόματος.

πιστεύομεν γὰρ ὅτι εἰ ἦμεν ἄξιοι ἀνελθόντες τε καὶ ἀκούσαντες ἐστηριζόμεθα τὴv πολιτείαν ἥν προβεβλήμεθα, εἰ ἐσμὲν ἄξιοι τὸ τέρμα ταύτης καταλαβεῖν.

τῆς οὖν ἀρρωστίας καταλαβούσης δεόμεθα τῆς τοσαύτης σου θεοσεβείας, μὴ φθονήσῃς μεταδοῦναι ἡμῖν ἀπὸ τῶν δεδωρημένων σοι ἀληθῶς ὐπὸ τοῦ σωτῆρος.

ὁμολογοῦμεν γὰρ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ πάντες οἰ ἀκούοντες, ὅτι ἐν ταύτῃ τῇ γενεᾷ νέον σε ἀπόστολον ἤγειρεν ἡμῖν καὶ κήρυκα ὁ σωτήρ, Ἰωάννην νέον, τοῦ κηρύσσειν τὰ ἀφειλόμενα φυλάττεσθαι ὑπὸ τῶν τὸν δρόμον τοῦτον προβαλλομένων.

τοῦ οὖν κοινοῦ ἀδελφοῦ Μαρκέλλου ἐπὶ τῇ τοσαύτῃ φήμῃ ἀγχομένου καὶ ἑλκομένου τῇ ποθήσει τῆς σῆς θεοσεβείας, ἄντος τε καὶ τῆς ἡμετέρας μάνδρας, αὐτόν τε ὑπηρέτην ἐσχηκότες τῆς τοσαύτης ὁδοῦ, καὶ νεοκατηχήτου ὄντος, ἐπετρέψαμεν Ε; τὴν τοσαύτην ἡμῶν τόλμαν τῶν ἁμαρτωλῶν πρὸς τὸν μαθητὴν δε τοῦ σωτῆρος.

ὅ δὲ ἀξιοῦμεν, τῶν ῤηθέντων σοι πρός τινας ἀδελφοὺς εἰς παιδείαν δωρήσασθαι, ὅπερ σοὶ μὲν τῷ δικαίῳ ἀβαρές, ἡμῖν δὲ τοῖς ἁμαρτωλοῖς μεταλαβοῦσιν εὐφρανθῆναι ἐν κυρίῳ. ἐμπλησθέντες γάρ σου τῶν πνευματικῶν ῤημάτων ἐπικουφιζόμεθα τῶν ἀνομιῶν ἠμῶν.