Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

πάντες οἰ μικροὶ ἐν ταῖς μάνδρααις ἄντες εὐχὴν τῷ κρείττονι ἀναπέμπουσι μεταλαβεῖν ἀΠὸ τῆς σῆς θεοσεβείας πνευματικὴν δωρεάν. ἐρρωμένος ἐν κυρίῳ καὶ εὔθυμος ἐν Χριστῷ διατελοίης καὶ ἐν ἁγίῳ πνεύματι * τὸν δοθεντα σοι θρόνον καὶ τὴν θεϊκὴν δωρεὰν μέχρι τοῦ σὲ ἐκδεχομένου στεφάνου.

[*](20 vgl. Ancoratus c. 12, ff; S. 20, 28 ff GU (bis καταλαβεῖν Ζ. 6; von da an bis Μελχισεδεκιανοὶ S. 160, 21 fehlt U; als Ersatz dient R) M 2 γενόμενοι + <πρὸς σὲ καὶ>? * | σοὺς πόδας] πόδας σου U G 4 στόματός σου Μ 7 R 10 σωτὴρ] χριστὸς < R | τοῦ καὶ G R M 15 <αὐτῷ> * 22 <οὐκ> Jül. | σὲ < M 32 * etwa <διοικῶν>*)
155

Ἡ ἀντιγραφεῖσα πρὸς τοὺς περὶ Ἀκάκιον καὶ Παῦλου πρεσβυτέρους ὑπὸ <τοῦ> αὐτοῦ Ἐπιφανίου πρὸς τὰ ὑπ᾿ αὐτῶν γραφέντα περὶ τοῦ κατὰ αἱρέσεων γράψαι αὐτόν.

Κυρίοις τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις Ἀκακίῳ καὶ Παύλῳ Ἐπιφάνιος ἐν κυρίῳ χαίρειν.

Προοίμιον εἴτ᾿ οὖν λαλιάν, ἐπιγραφὴν ὥσπερ διαγράφοντες παλαιοὶ συγραφεῖς διὰ τοῦ αἰνίγματος ὑπόφασιν ἐδείκνυον πάσης ὑποκειμένης πραγματείας. ὅθεν καὶ αὐτοὶ τῷ αὐτῷ κεχρημένοι χαρακτῆρι προοιμιαζόμεθα ὑμῖν, ἀγαπητοί, τὰ] τῆς κατὰ αἱρέσεων † αἰτήσεως ὑμῶν έν ὀλίγῳ τὴν δύναμιν ἀνακεφαλαιούμενοι.

ἐπειδὴ γὰρ μέλλομεν ὑμῖν τό τε ὀνόματα τῶν αἱρέσεων δηλοῦν τάς τε παρ᾿ αὐτοῖς ἀθεμίτους πράξεις ἀνακαλύπτειν, ὥσπερ ἰοὺς καὶ δηλητήρια ὄντα, σὺν αὐτοῖς δὲ ἅμα καὶ ἀντιδότους ἐφαρμόσαι, ἀλεξητήρια τῶν δεδηγμένων καὶ προκαταληπτικὰ τῶν μελλόντων εἰς τοῦτο ἐμπίπτειν, τοῖς φιλο- κάλοις διαγράφομεν αὐτὸ τοῦτο τὸ προοίμιον, Πανάριον εἴτ᾿ οὖν κιβώτιον ἰατρικὸν τῶν θηριοδήκτων ἑρμηνεύοντες , ὅπερ ἐστὶ διὰ βιβλίων τριῶν συγγραφέν, <περι>έχον αἱρέσεις ὀγδοήκοντα, εἰσι θηρίων εἴτ᾿ οὖν ἑρπετῶν αἰνίγματα.