Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εἰ μὲν ἔλεγεν ὁ νόμος »ἐὰν ἅψησθε νεκροῦ«, κατὰ πάντων ἐξεφέρετο ἡ ψῆφος καὶ ἁπλῶς <ἐπὶ> παντὸς νεκροῦ ἠν ἐπικειμένη ἠ τοῦ ζητήματος ὁπότε δὲ λέγει Πὰν ἅψηταί τις τοῦ νεκροῦ«, ἐπὶ ἕνα τινὰ φέρει τὴν ἀγωγήν, φημὶ δὲ ἐπὶ τὸν κύριον, ὡς ἄνω μοι προδεδήλωται.

ἔλεγε δὲ τοῦτο αἰνιγματωδῶς ἄρα ὁ νόμος διὰ τοὺς μέλλοντας χεῖρας ἐπιβάλλειν ἐπὶ τὸν Χριστὸν καὶ σταυρῷ παραδιδόναι, ὅτι χρείαν εἶχον οὑτοι καθαρισμοῦ, ἕως δύνῃ αὐτοῖς ἡ ἡμέρα καὶ ἀνατείλῃ αὐτοῖς ἄλλο φῶς διὰ τοῦ βαπτίσματος τοῦ ὕδατος, τοῦ »λουτροῦ τῆς παλιγγενεσίας«·

γενεσίας«· ὡς καὶ ἐπιμαρτυρεῖ μοι ἐνταῦθα Πέτρος λέγων τοῖς Ἰσραηλίταις τοῖς ἐν Ἱεροσολύμοις τοῖς λέγουσιν αὐτῷ »τί ποιήσωμεν, [*](2 vgl. Lev. 11, 24f — 26 Tit. 3, 5 — 28 Act. 2, 37 GU M) [*](2 τἀληθῆ U | τοῦ < U 3 μένη G μείνη Μ 4 ἦν] lies wohl ἔλεγε 6 ein τοῦ < G | τοὔνομα τῆς διακρίσεως] τὴν διάκρισιν τοῦ ὀνόματος U | vor ἔστι + <ἔθος> ?* 7 ἄρθρον κεῖται] ἄρθρον πρόσκειται U τοῦ καὶ I vor ἐστὶν + πάντως U 9 ἀόριστος G 10 ἀλλὰ G 12 εἴπομεν Μ 15 εἴπαμεν + ἢ Μ 17 ὁ ἄρθρου] οݲ < ἄρθρου G ἑβδομηκοστοῦ 18 ἄνθρωπος καὶ ὁ ἄνθρωπος] ὁ ἄνθρωπος καὶ ὁ νεανίσκος M 19 ἐφέρετο U 20 <ἐπὶ> * | ἐπικειμένη ἡ *] ἡ ἐπικειμένη G: U M. 21 vor ὁπότε + ἢ Μ 25 αὐτοὶ Μ | ἀνατείλει M 26 τοῦ ὕδατος < M 28 τοῖς beidemal < zweiten Fall <)

202
ἄνδρες ἀδελφοί;«, διὰ τὸ εἰρηκέναι αὐτὸν αὐτοῖς ὅτι »τοῦτον τὸν Ιησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε«· καὶ κατανυγεῖσι τὴν καρδίαν εἶπε »μετανοήσατε, ἄνδρες ἀδελφοί, καὶ βαπτισθήτω ἕκαστος ἐν τῷ ὀνοματι Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν καὶ ἀφεθήσονται ὑμῖν αἱ ἁμαρτίαι καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος‘.

οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ νεκροῦ, ἀλλὰ περὶ ὁριζομένου λέγει ὁ νόμος. <π[ερὶ γὰρ οὐχ ὁριζομένου> λέγει γὰρ ὅτι »ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος«, ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς ἁμαρτίας ὅτι ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὐς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα.

διὸ καὶ ὁ προφήτης λέγει »ἀνέβη θάνατος διὰ τῶν θυρίδων‘, καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει· ἢ γὰρ κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια, βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι᾿ ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι᾿ αὐτῶν ἁμαρτήσαιμεν.

ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. καὶ οὐ γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ.