Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. καὶ οὐ γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ.

ἐνεταφίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο, ἀλλ᾿ οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος.

5. καὶ δέδια πάλιν μὴ εἰς μῆκος ἐλάσω τὴν τοῦ ζητήματος ἐπίλυσιν. ἀφ᾿ ἑνὸς δὲ ἢ δευτέρου λόγου δοθήσεται τῷ σοφῷ τὸ σοφισθῆναι ἐν κυρίῳ κατὰ τῶν δι᾿ ἐναντίας.