Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ Μωυσῆς εὐλογῶν τοὺς περὶ Ῥουβὴν λέγει »ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω«, τὸν ἀπὸ πάλαι τελευτήσαντα *. ἵνα δείξῃ ζωὴν εἶναι μετὰ θάνατον, κρίσιν δὲ δευτέρου θανάτου εἰς καταδίκην. διὸ δύο εὐλογίας αὐτῷ ἐπιτίθησι, τὸ »ζήτω« λέγων ἐν τῇ ἀναστάσει καὶ μὴ ἀποθανέτω« ἐν τῇ κρίσει, οὐ θάνατον τὸν διὰ σώματος ἀπαλλαγῆς λέγων, ἀλλὰ τὸν διὰ καταδίκης.

ἀρκέσει γοῦν τὰ ὀλίγα πρὸς ἀντίθεσιν τούτων. ἔχουσι δὲ καὶ ἄλλα τινὰ ἀνοίας ἔμπλεα, οὔρῳ κλυζόμενοι, ἐπὰν ἀπὸ ξένης ἔλθωσι <ὡς> μεμιασμένοι δῆθεν· ὕδατι ἱματίοις βαπτιζόμενοι, ἐπὰν ἅψωνται ἑτέρου τῶν ἀλλοεθνῶν. μιασμὸν γὰρ ἡγοῦνται τό τινος ἅψασθαι ἤτοι θιγεῖν ἄλλου τινὸς ἀνθρώπου ἀπὸ ἄλλου δόγματος. πολλὴ δὲ ἡ τούτων φρενοβλάβεια.

4. Πῶς δὲ εὐθυέλεγκτος ἡ αὐτῶν ἄνοια γίνεται, ἐπίστησον τὸν νοῦν, ὠ θαυμασιώτατε, καὶ εἴσῃ. νεκρὸν μὲν γὰρ εὐθέως βδελύττονται, αὐτοὶ νεκροὶ ὄντες τοῖς ἔργοις. μαρτυροῦσι γὰρ οὐ μία μαρτυρία, ἀλλὰ πολλαὶ τῷ μὴ εἶναι τὸν νεκρὸν ἐβδελυγμένον, ἀλλ’ ὅτι αἰνιγματωδῶς ὁ νόμος ἔλεγεν.

οὐκέτι γὰρ δύο ἢ τρεῖς μαρτυρίαι εἰς τοῦτο ἡμῖν ἐπιμαρτυροῦσιν, ἀλλὰ μυριάδες ἑξήκοντα δύο αἱ ἠριθμημέναι ἐν τῇ ἐρήμῳ * καὶ ἄλλαι τοσαῦται καὶ ἐπέκεινα καὶ ἔτι πολὺ πλείους αἱ τῇ σορῷ τοῦ Ἰωσὴφ ἐπακλουθοῦσαι τῇ διὰ τεσσαράκοντα [*](1 vgl. Gen. 50, 25 Hebr. 11, 22 — 2 vgl. Num. 17, 8 — 5 vgl. Exod. 4, 3 — 7 Deut. 32, 6 — 8 ἀπὸ πάλαι Ancor. c.97,5; S.118, 12 genauer: vor 126Jahren — 14 f zu σὺν ἱματίοις vgl. Hippolyt refut. IX 15, 3; S. 253, 26 Wendland u. Panarion h. 30, 2, 4 — zu der Reinigung nach der Berührung mit Fremden Montgomerv, the S. 319 — 20 Tgl. Hebr. 6. 1 — 23 f vgl. Num. 1, 46 — 24 f vgl. Exod. 13, 19 Jos. 24, 32 GU M) [*](2 δὲ] δὴ M | τοῦ < < M 4 σώματα ἡμῶν GU | καὶ < + δὲ U 5 ἡ τοῦ Μωυσέως ῥάβδος U 6 ἐψυχουμένη G ἐψυχοῦτο U 7 Ῥουβὴμ1 U 8 * <σημαίνων> * 10 ἑαυτῶ G 11 τῇ (vor κρίσει) < 12 ὀλίγα + <ταῦτα> ? * 13 ἔμπλεα] ἔθη παλαιὰ U 14 > * | U 16 ἤτοι] ἢ τοῦ M | θίγειν GUM 18 δὲ < GM | 19 ἴση Μ | < M 21 τῷ] τὸ UM 22 μαρτυρίαι] μάρτυρες? * 23f αἱ ἠριθμημέναι] τὸν ἀριθμὸν U 24 * änze etwa καὶ θάψασαι <καὶ λαὸν ἐπιθυμητὴν ἐν τῇ ἐρήμῳ> * | ἔτι] ἐπὶ M 25 αἱ] ἐν M | τῇ1] τῶ U | *] ἐπιμαρτυροῦσαι G U M | τῇ 2 <)

201
ἐτῶν βασταζομένῃ ἐν ὅλῃ τῇ παρεμβολῇ καὶ μὴ βδελυττομένῃ μήτε μολυνούσῃ.

ἔλεγε δὲ τὰ ἀληθῆ ὁ νόμος, ὅτι »ἐάν τις ἅψηται τοῦ νεκροῦ, μένει βέβηλος ἕως ἐσπέρας καὶ λούσεται ὕδατι καὶ καθαρισθήσεται«. ἦν δὲ τοῦτο αἰνιττόμενος εἰς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νέκρωσιν κατὰ τὸ ἔνσαρκον αὐτοῦ πάθος.