Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ἐλέγχονται δὲ οὑτοι πανταχόθεν περὶ νεκρῶν ἀναστάσεως· πρῶτον ἀπὸ τοῦ Ἄβελ, ὅτι μετὰ τὸ ἀποθανεῖν τὸ αἷμα προσδιαλέγεται τῷ δεσπότῃ. αἷμα δὲ οὐ ψυχὴ τυγχάνει, ἀλλ᾿ ἐν αἵματι ἡ ψυχή, καὶ οὐκ εἶπεν »ἡ ψυχὴ βοᾷ πρός με«, ἀλλὰ »τὸ αἷμα βοᾷ πρός με« δεικνὺς ὅτι ἔστιν ἐλπὶς ἀναστάσεως τῶν σωμάτων·

ἀλλὰ καὶ Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον καὶ οὐχ ηὑρίσκετο· ἀλλὰ καὶ Σάρρα μετὰ τὸ νεκρωθῆναι αὐτῆς τὴν μήτραν καὶ τὴν πηγὴν τὴν κατ’ ἐθισμὸν ξηρανθῆναι αὖθις ἀναζωογονουμένη εἰς καταβολὴν σπέρματος καὶ ἡ πρεσβῦτις κυίσκουσα τέκνον κατ᾿ ἐπαγγελίαν διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως·

οὐ μὴν δὲ ἀλλὰ καὶ Ἰακὼβ ἐπιμελόμενος τῶν ἰδίων ὀστέων ὡς οὐ περὶ ἀπολλυμένων ἐνετέλλετο· οὐ μόνον [*](4 zu ἀποκεκρύφθαι vgl. de diiod. gemmis 99 f; CSEL 35 H S. 772, 3 3 ff ünther (Anast. Sin. quaest. 45; Migne 89, 597 A/B) — 5 zu σεσυκοφαντημένως u. dem Folgenden vgl. Eusebius Onomasticon S. 64, 18 ff Klostermann u. de duod. gemmis 89. 90. 101. 104; CSEL 3511 S. 769, 3 ff. 14 ff 772, 23ff 773, 19ff ünther — 8 vgl. Deut. 11, 29 f — 9 vgl. Jos. 9, 6 — zu εἰδωλολατροῦσι vgl. de duod. gemmis 100; CSEL 3511 S. 772, 8 ff ünther — 12 vgl. II Kön. 17, 3234 15–S. 200, 12 vgl. Ancoratus c. 94, 3–c. 97; S. 115, 17ff — 16 vgl. Gen. 4 19f vgl. Gen. 5, 24 Hebr. 11, 5 — 20f vgl. Gen. 18, 11 Rom. 4, 19 — 24 vgl. Gen. 49, 29 Hebr. 11, 22 GU Μ) [*](3 αὐτῆ U | εἰδωλολατροῦσα + <διατελεῖ> ? 4 f παρ’ αὐτῆς Μ παρὰ τοῖς U 5 Γαριζεὶν U 6 Χαριζεὶν U 7 Χαριζεὶν U | τὸ2 < G 11 * <οἰόμενοι> 15 αὐτοὶ U 17 ἀλλὰ G 18 f ἀλλὰ τὸ — πρός με < UM 22 G ἀναζωογονουμένην M 23 πρεσβύτης U)

200
δὲ ἀλλὰ καὶ Ἰωσὴφ τῇ αὐτῇ ἀκολουθίᾳ ἐντελλόμενος τῆς ἀναστάσεως ὑπέφαινε τὸ εἶδος.

οὐ μὴν δὲ ἀλλὰ καὶ ἡ ῥάβδος τοῦ Ἀαρὼν ἡ βλαστήσασα ξηρὰ οὐσα αὐθις καρπὸν ἤνεγκεν εἰς ἐλπίδα ζωῆς, τὰ νεκρὰ ἡμῶν σώματα ἀναστήσεσθαι σημαίνουσα καὶ εἰς ἀνάστασιν φέρουσα· καὶ τοῦ Μωυσέως ἡ ῥάβδος ὁμοίως ἡ ξυλίνη κατὰ θεοῦ βούλημα ἐμψυχουμένη καὶ ὄφις γινομένη ἀνάστασιν ἐδήλου.

ἀλλὰ καὶ Μωυσῆς εὐλογῶν τοὺς περὶ Ῥουβὴν λέγει »ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω«, τὸν ἀπὸ πάλαι τελευτήσαντα *. ἵνα δείξῃ ζωὴν εἶναι μετὰ θάνατον, κρίσιν δὲ δευτέρου θανάτου εἰς καταδίκην. διὸ δύο εὐλογίας αὐτῷ ἐπιτίθησι, τὸ »ζήτω« λέγων ἐν τῇ ἀναστάσει καὶ μὴ ἀποθανέτω« ἐν τῇ κρίσει, οὐ θάνατον τὸν διὰ σώματος ἀπαλλαγῆς λέγων, ἀλλὰ τὸν διὰ καταδίκης.

ἀρκέσει γοῦν τὰ ὀλίγα πρὸς ἀντίθεσιν τούτων. ἔχουσι δὲ καὶ ἄλλα τινὰ ἀνοίας ἔμπλεα, οὔρῳ κλυζόμενοι, ἐπὰν ἀπὸ ξένης ἔλθωσι <ὡς> μεμιασμένοι δῆθεν· ὕδατι ἱματίοις βαπτιζόμενοι, ἐπὰν ἅψωνται ἑτέρου τῶν ἀλλοεθνῶν. μιασμὸν γὰρ ἡγοῦνται τό τινος ἅψασθαι ἤτοι θιγεῖν ἄλλου τινὸς ἀνθρώπου ἀπὸ ἄλλου δόγματος. πολλὴ δὲ ἡ τούτων φρενοβλάβεια.