Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο· ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ᾿ αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ᾿ αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ᾿ ἑαυτῆς φυομένης καὶ εἰς ἑαυτὴν συντριβομένης.

εἶναι δὲ ἐξ ὑπαρχῆς ᾠοῦ δίκην τὸ σύμπαν, τὸ δὲ πνεῦμα δρακοντοειδῶς περὶ τὸ ᾠὸν ὡς στέφανον ἢ ὡς ζώνην περισφίγγειν τότε τὴν φύσιν.

θελῆσαν δὲ βιασμῷ τινὶ καιρῷ περισσοτέρως σφίγξαι τὴν πᾶσαν ὕλην εἴτ᾿ οὖν φύσιν τῶν [*](2 — 10 Diels doxographi graeci S. 588 — 7 ἐν τῇ Μηδίᾳ, entstanden aus ἐνδείᾳ ὕδατος καὶ ἄρτου, Tgl. Diels S. 175; ἐνδεία wird durch Μηδεία in Μ gestützt — 12 — S. 187, 8 Diels doxographi graeci S. 588 f GU M) [*](1 Πυθαγόρειοι, δευτέρα αἵρεσις ἀπὸ Ἑλληνισμοῦ, ἑβδόμη δὲ τῆς ἀκολουθίας G U Πυθαγόριοι, ἀπὸ Ἑλληνισμοῦ αἰρέσεις β, τῆς δὲ ἀκολουθίας ςݲδ ςݲ Μ G Περιπατητικοὶ U 3 χαρακτηρίζειν U χαρακτηριάζουσιν M | * u. * etwa <ὁμοίως> καὶ τοῖς <παρὰ τοῖς προδηλωθεῖσι> 7 Μηδεία M 9 ἄλλα + <μέλη>? * 11 Ἐπικούριοι τετάρτη αἵρεσις Ἑλληνισμοῦ, ὀγδόη δὲ τῆς ἀκολουθίας G Ἕκτη αἵρεσις ἀπὸ τοῦ Ἑλληνισμοῦ, ὀγδόη δὲ τῆ ἀκολουθία U Ἐπικούριοι, ἀπὸ Ἑλληνισμοῦ αἰρέσεις δ, τῆς δὲ ἀκολουθίας ηݲ 12 Ἐπικούριοι M | μετὰ τούτους ݲ U 14 τὰ ὅλα] τὰ πάντα G 18 περὶ ᾠὸν] περιιὸν? * 19 περισφίγγειν τότε τὴν φύσιν] περιιὸν σφίγγειν τούτου τὴν φύσιν? Diels; aber τότε ist imentbehrlicli als Gegensatz zu τινὶ καιρῷ Ζ. 19f | θελήσασαν Μ 19f τινι † καιροῖ Diels, der καὶ σῷ vermutet; aber der Ausdruck τινὶ καιρῷ ist dem Epiph. äufrg 20 περισσοτέρω M | εἴτουν] ἤγουν G)

187
πάντων οὕτως διχάσαι μὲν τὰ ὄντα εἰς τὰ δύο ἡμισφαίρια καὶ λοιπὸν ἐκ τούτου τὰ ἄτομα διακεκρίσθαι.

τὰ μὲν γὰρ κοῦφα καὶ λεπτότερα τῆς πάσης φύσεως ἐπιπολάσαι ἄνω τουτέστιν φῶς καὶ αἰθέρα καὶ τὸ λεπτότατον τοῦ πνεύματος, τὰ δὲ βαρύτατα καὶ σκυβαλώδη κάτω νενευκέναι, τουτέστι γῆν (ὅπερ ἐστὶ τὸ ξηρόν) καὶ τὴν ὑγρὰν ὑδάτων οὐσίαν.

τὰ δὲ ὅλα ἀφ᾿ ἑαυτῶν κινεῖσθαι καὶ δι᾿ ἑαυτῶν ἐν τῇ περιδινήσει τοῦ πόλου καὶ τῶν ἄστρων ὡς ἀπὸ τοῦ δρακοντοειδοῦς ἔτι τὰ πάντα ἐλαύνεσθαι πνεύματος.

Καὶ ἀπὸ μέρους μὲν περὶ τούτων ἔφημεν· τῷ δὲ αὐτῷ τρόπῳ τὰς τέσσαρας ταύτας αἱρέσεις ἀνατρεπτέον· * διὰ τὴν συντομίαν τῆς αναγνωσεως.