Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

σῶμα δὲ λέγει εἶναι τὸν θεὸν τουτέστιν οὐρανόν, ὀφθαλμοὺς δὲ αὐτοῦ καὶ τὰ ἄλλα ὥσπερ ἐν ἀνθρώπῳ, ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα καὶ τὰ κατ᾿ οὐρανὸν στοιχεῖα.

Ἐπίκουρος δὲ καθεξῆς μετὰ τούτους ἀπρονοησίαν τῷ κόσμῳ εἰσηγήσατο· ἐξ ἀτόμων δὲ συνεστάναι τὰ πάντα ἠδ᾿ αὖ πάλιν εἰς ἄτομα χωρεῖν καὶ ἐξ αὐτοματισμοῦ εἶναι τὰ ὅλα καὶ τὸν κόσμον ὑφεστάναι, ἀεὶ γεννώσης τῆς φύσεως ἠδ᾿ αὖ πάλιν δαπανωμένης καὶ ἐξ αὑτῆς πάλιν ἐπιγινομένης, μηδέποτε δὲ ληγούσης, ἀφ᾿ ἑαυτῆς φυομένης καὶ εἰς ἑαυτὴν συντριβομένης.