Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ <γὰρ> καὶ διὰ πλάτους αὐτῷ εἴρηται πολλάκις περὶ τούτου καὶ ἐν πολλαῖς βίβλοις πεφλυάρηται, ὅμως τὴν ἔλεγξιν παραθήσομαι ἀφ᾿ ὧν ἐν τῷ πρώτῳ ψαλμῷ ἐξηγάσατο κατὰ τῶν τὴν ἀν;στασιν τῆς βεβαίας ἐλ- [*](11ff vgl. Ancoratus c. 50, 6; I 59, 29 ff — 19 Joh. 14, 10; 30 — 21 Matth. 11, 27 — 22 Joh. 14, 9) [*](M U) [*](3 μὴν < Μ 5 δυνήσῃ *] ἠδύνασο Μ < U 6 σοι καὶ] ἔοικε Μ 14 ἐν τῶ εὐαγγελίω Μ 16 κατὰ *] περὶ Μ U 18 ἄληπτον Μ 19 ὧ οὖτος εἶναι U 20 ἀλλοῖος] ἄλλος U 21 πρὸς τὸν πατέρα] πρὸς πατρὸς U 22 καὶ + τὸ U 26 ἀποδείξομεν U 27 ἀποκαλύψομεν U | <γὰρ> *)

419
πίδος ἡμῶν πεπιστευκότων.

10. Καὶ ἔστιν οὕτως. λέγει »διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει«. εἶτα (ὡς ἔθος ἐστὶν αὐτῷ ἀπὸ τῶν ἐκδόσεων φαντάζειν). ὁμοίως, φησί, Θεοδοτίων Ἀκύλας Σύμμαχος. εἶτα ἐπιφέρει κατὰ τῶν υἱῶν τῆς ἀληθείας σκωπτωδῶς·

Ἐντεῦθεν, φησίν, οἱ ἀναστάσεως τῶν πεπιστευκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι καὶ τῆς θείας κρίσεως μὴ καταξιοῦσθαι· τί νοοῦντες τῆν ἀνάστασιν καὶ ποταπὴν τὴν κρίσιν φανταζόμενοι, οὐ πάνυ σαφηνίζοντες.

κἄν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει τὸ ἐξῆς ἀκόλουθον σᾠζειν οὐ δυναμένους, μὴ κεκρατηκότας τὸν περὶ ἀναστάσεως καὶ κρίσεως τρόπον.