Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

φλῷ »ού σύ με ἐβάστασας καὶ άπήνεγκας«; καὶ ὁ τυφλὸς τῷ χωλῷ οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας‘;

οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων.

Καὶ ὁρᾶτε οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο. ὡς καὶ ό ἅγιος προφήτης Δαυὶδ λέγει »συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν«.

πᾶς γὰρ ὁ συνάγων συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις· λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο«.

ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω· εἴ τις <θέλει> ἀντιπράττειν, τολμάτω. θεὸς γὰρ ἰσχυρὸς »οὐ κοπιάσει οὐδὲ πεινάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξε΄λυρεσις τῆς φρονήσεως αὐτοῦ «, ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει, ἐν ᾗ τὸ ἀπολλύμενον σῴζει,

ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ, ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν, ἐν τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει, ἐν ᾗ τὸν σπαρέντα καὶ ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει ἀνακαινίζων· ὡς ἐν πολλαῖς γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως.

71. Εν δὲ τῷ <τοῦ> Δαυὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαυὶδ ψαλμῷ ὡς καραδοκῶν ὁ προφήτης καὶ πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον εὐλόγως περὶ ἀναστάσεως ἔφη· »ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με, ἀνακανίζων μου τὸν οἶκον«, τουτέστιν τὸ σῶμα τὸ πεσόν, [*](4 vgl. Luk. 20, 15 — 15 Psal. 7, 15 — 17 Psal. 7, 16 — 20 Jes. 40, 28) [*](M U (von Ζ. 13 καὶ ὁρᾶτε an)) [*](1 > Dind. 9 τὸ] τῶ M 11 περὶ *] παρὰ Μ | * ὁμοῦ <ὁμοῦ αἰτίων> * 12 τῶν] * | εἴτε . . . εἴτε *] μήτε . . . μήτε M 16 πᾶς] πῶς Μ | ἑαυτὸν Μ τὸν πόνων U | διανοημάτων] διὰ νοσσημάτων M 19 ἔχειν M | ε.ι τις 2] ἐπὶ τῶ U | > * 20 ἀντιπράττων U | τολμάτω] καμάτω U 20f πεινάσει οὐδὲ U 27 δὲ] μὲν U | <τοῦ> * 28 ψαλμῷ *] ψαλμὸς MU 29 εὐλόγως <Μ)

518
καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ’ ἐμέ«.

καὶ ὁ Σολομῶν ἐν παροιμίαις ὼσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προύτρεπε φάκων »ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου. ἔξοδον λέγων τὴν ἀπ’ ἐντεῦθεν ἀπαλλαγήν) καὶ ἑτοιμάζου« φησίν εἰς τὸν ἀγρόν«, ὁμοῦ πᾶσι τὴν νουθεσίαν ἐπεκτεινόμενος κατὰ κατὰ ἀγρόν τε καὶ κατὰ ἄστυ, λογίοις τε καὶ τοῖς τὰς βαναύσους τέχνας ἐπιχειροῦσιν, οἶς ούδεμία ἐργασία κατὰ ἀγρὸν ἐπιζητουμένη·

πόθεν γὰρ λινουργοῖς καὶ ἀργυροχόοις, ποιηταῖς τε καὶ λογογράφοις ἡ κατὰ τὴν ἄρουραν ἑτοιμασία; συλλήβδην γὰρ ὁμοῦ ἡ φωνὴ ἀδιακρίτως τοὺς πάντας κέκληκεν ἐπειποῦσα »ἐτοιμάζου εἰς τὸν ἀγρόν«, <τί> ἀλλ’ τοῦτο αἰνιττομένη, ὃτι παντὶ ἀνθρώπῳ πολίτῃ τε καὶ ἀγροίκῳ ἀπόθεσις τοῦ σώματος ἀγρός, τὸ διὰ τὴν ταφὴν τέλος;

εἶτα μετέπειτα πειτα τὴν αὐτὴν τῆς ἄναστάσεως σημαίνων ἐλπίδα φάσκει φάσκει καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.. οὐκ εἶπεν »οἰκοδομήσεις τὸν οἶκον«· ἃπαξ γὰρ ᾠκοδομήθη ὲν τῇ πλάσει τῇ κατὰ τὴν γαστέρα, ὃτε μητέρες ἐκύϊσκον ἓκαστον ἡμῶν ἐν τῇ πλάσει· ἀπὸ ἀπὸ τῆς γῆς ¨η ἀνάστασις ἢ ἀπὸ ἀγροῦ, οὐκέτι οίκοδομουμένῃ ἀλλὰ ἀνοικοδομουμένῃ, διὰ τὴν ἐπενεχθεῖσαν αὐτῇ καθαίρεσιν ἐν τῷ τῆς ταφῆς πτώ- ματι·

ὡς καὶ ὁ σωτὴρ ἴφη »λύδατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν« ἢ οἰκοδομῶ αὐτόν, σοφία ὢν καὶ ἐν τοιαύτῃ »φρονήσει« *, ἡς οὐκ ἔστιν« ὑπὸ ἀνθρώπων ἐξεύρεσις‘, ἐν ᾗ ἐξ ἀπόρων τόπων διαχυθέντων ἡμῶν τῶν σωμάτων, τῶν μὲν τέφραν τῶν δὲ ἐν θαλάσσῃ τῶν δὲ ὑπὸ σαρκοβόρων οἰωνῶν τῶν δὲ ὑπὸ θηρίων τῶν δὲ ὑπὸ σκωλήκων φθαρέντων, * φέρει.

[*](1 Psal. 29, 2 — 3 Prov. 24, 42 — 13 Prov. 24, 42 — 19 Job. 2, 19 — 21f vgl. Jes. 40, 28)[*](M U 1 ὁ < U | Σαλομῶν U 2 εἰς τὴν] ἕκτην M | ἐκεῖσε] ἐν Σιὼν M 4 ἔξοδον λέγων — ἀπαλλαγήν hinter ἀγρόν M | φησίν < M 6 vor + τὸν U | τε 1 < M | ἄστυ, λογίοις] ἄστειο λόγοις M 7 κατ᾿ ἀγρὸν M 9 vor ἀδιακρίτως + Μ 10 ἐπειποῦσα κέκληκεν U | τί) * 11 αἰνιττομένη *] αἰνίττεται MU 12 τὸ διὰ — τέλος] διὰ τὴν ταφὴν καὶ τὸ τέλος U | διὰ τῆς ταφῆς ül. 13 σημαίνων Μ 14 ἀνοικοδομήσω M | οὐκ — τὸν οἶκον U 15 οἰκοδομήθη M 16 < M 17 ἢ ἀπὸ ἀπὸ < M (vgl. Ζ. 18) 17 f οἰκοδομουμένῃ . . . ἀνοικοδομουμένῃ (sc. πλάσει) *] οἰκοδομουμένη . . . ἀνοικοδομουμένη MU | ἀλλὰ ἀνοικοδομουμένη U | ἀνοικοδομουμένη + ή ἀπὸ ἀγροῦ οὐκέτι οἰκοδομουμένη M 18 ὑπηνεχθεῖσαν M 20 ἐγερῶ U 21 τοιαύτῃ] τῇ αὐτοῦ U | ♦ etwa > * 23 τῶν δὲ2] τῆς δὲ U 24 θήρων U | etwa τὰ λείψανα συνάγει καὶ ὁλοσχερεῖς ἡμᾶς εἰς παλιγγενεσίαν> * vgl. S. 520, 7f)
519

Εἰ γὰρ τὰ <ὄντα> ἐξ οὐκ ὄντων ἐποίησεν εἰς τὸ εἶναι, πόσῳ δὴ μᾶλλον τὸ ὄν εἰς τὴν ἰδίαν κατάστασιν εὐχερῶς ἀποκαταστήσει; ἴνα δικαίαν ὁρίσῃ κρίσιν, ἴνα μὴ ἓτερον ἀνθ᾿ ἑτέρου κρίνῃ, ἵνα μὴ ἀπο- στερήσῃ τὸ καμόν.

εἰ γὰρ ψυχῆς ἡ ἀπόλαυσις καὶ οὐρανῶν βασιλείας κληρονομία, μετασχέτω τὸ σῶμα ὡν βούλεται· τρυφάτωσαν οἱ περὶ τὸν Γεδεὼν καὶ μὴ κακουχείσθωσαν ἐν μηλωταῖς καὶ αἰγείοις δέρμασι«, μὴ μάτην καμνέτω Ἰωάννης ἐκ καμήλων ἔχων τὸ ἔνδυμα, μὴ ἐν ἀναχωρήσει τὴν σάρκα ὑπωπιάσωμεν, μὴ τὰ σώματα ἡμῶν δαμάσωμεν ἐν ἁγνείᾳ.