Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γὰρ καὶ ό ἐκτὸς λέγει »ἁπλοῦς ό μῦθος τῆς ἀληθείας«. ἁπλοῦς δὲ εἰώθαμεν τοὺς ἀκάκους λέγειν, οἷς ἔπαινος παρὰ τῷ σωτῆρι ἐμ- φέρεται ἐν πολλοῖς τόποις, <ὡς> τῷ »γίνεσθε άκέραιοι ὡς περιστεραί« καὶ τῷ »ἄφετε τὰ παιδία ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν‘, τουτέστι τῶν ἁπλουστάτων.

ἀπεκρίθησαν δέ σοι οἱ ἁπλούστεροι, ὡς λέγεις, τούτου τοῦ σώματος οὑ περικείμεθα εἶναι τὴν ἀνάστασιν. ἀνταπορούμενοι δὲ ὑπὸ σοῦ καὶ ἐρωτώμενοι· ὃλου ἢ μέρους; αὐτοὶ ἀνταποκρίνονται λέγοντες ὃτι ὃλου τοῦ σώματος.

σοῦ δὲ κατὰ τὴν μέθοδον τῆς σου πολλῆς πολλῆς ρίας φάσκοντος, μηδὲν τοῦτο δύνασθαι διὰ τὰ ἐκ τῶν σωμάτων ἐκρεύσαντα αἳματά τε καὶ σάρκας καὶ τρίχας καὶ τὰ ἄλλα τὰ διὰ πτυέλων ἐξ ἡμῶν ῥέοντα καὶ μυκτήρων καὶ σκυβάλων, πολλή σου [*](2-4 Psal. 57,5f — 9 vgl. oben S.419,5ff — 21 Matth.10,16 — 22 Matth. 19,14) [*](Μ U (bis ἀναστάσεως Z. 11; das Folgende bis S. 510, 18 ἔφης ἀνατραπήσῃ ist durch Blattausfall verloren gegangen)) [*](2 κωφευούσης + <αὐτοῖς>? * 3 <κωφῆς> * 4 φαρμάκου U | φαρμακευομένη MU 6 οὐ) * 8f σου ἐκ τοῦ πρώτου <U 10 > * 12 δείξῃς *] δείξη M 14 * etwa <ποιούμενος αὐτῶν ἀναγκάζῃ> * 16 <γὰρ> * 21 <ὡς> *] τὸ M 22 τῷ 27 σου 2 *] ἐκ M 30 ἐξ ἡμῶν *] ἐξημερῶν M | πολλή *] Πολλῆς M)

510
τῆς ἰατροσοφιστικῆς κακοπίστου γνώμης μαγγανεία, ὡς καὶ ἤδη διὰ πολλῶν ἐξήλεγξέν σου τὴν μυθοποιίαν ὁ καλλίων ἡμῶν πρεσβύτης καὶ μακαριστὸς ἀνὴρ Μόδιος.

ἀλλὰ καὶ ἀφ᾿ ἡμῶν τῶν σμικρῶν όλίγα ἀκούσῃ. πᾶν γὰρ ἀεὶ τὸ ζητούμενον καθαρώτατον ζητεῖται, τὰ δὲ περιττὰ ἐκ τοῦ καθαροῦ ἀποβαλλόμενα ἀκαταζήτητά ἐστιν.

τὸ γὰρ ἱμάτιόν ἐστιν ὃλον, ἐξότε τῆς ὑφῆς ἔσχεν τὴν ἱστουργίαν, καὶ αὐτὸ μέν ἐστι τὸ ἀπὸ τοῦ ἱστοῦ τεμνόμενον, οὔτε <τινὸς> προστιθεμένου οὔτε ἀφαιρουμένου. κναφεῖ δὲ διδόμενον οὐχ ἡσσόνως παρὰ τοῦ κναφέως ἀπαιτηθήσεται, ἀλλὰ παρ᾿ αὐτοῦ τοῦ κναφέως τελειότατόν ἐστι κομιζόμενον·

ὡς δῆλον πᾶσι καθέστηκεν ὡς αὐτὸ μέν ἐστιν ἐν τελειότητι, οὐδὲν δὲ μεῖον σῶμα γεγένηται πλὴν τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς άκαθαρσίας· καὶ οὐ πάντως που ἐπειδὴ τὸν ῥύπον ἀπέβαλεν, τούτου ἓνεκα μετὰ τοῦ ῥύπου ἀπαιτηθήσεται παρ᾿ ἡμῶν ὁ τεχνίτης, ἀλλὰ αὐτὸ τὸ ἱμάτιον σῷον καὶ ὑγιὲς καὶ καθαρώτατον.

ἓτερον δὲ πάλιν ὑπόδειγμα· παρὰ σοὶ μὲν γὰρ περὶ τῶν ἐκκρινομένων διὰ φλεβοτομιῶν καὶ νοσημάτων καὶ σκυβάλων καὶ ἐκκρίσεως πτυέλων τε καὶ μυκτήρων τὸ ζήτημα παρηνέχθη, ἀπ αὐτῶν δὲ ὡν ἔφης ἀνατραπήσῃ.

οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν ἐν σώματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται ὡς εἰπεῖν, φθεῖρες καὶ κόνεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα οὔτε ἀπὸ τοῦ σώματος λογιζόμενα.