Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκριθεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν οὐδὲ φθεῖρα τὴν ἐξ αὐτῆς τῆς σαρκὸς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἠγήσαιτό τις.

> τὰ ἀφ᾿ ἡμῶν ῥυέντα, εἰ καὶ † οὓτως ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ᾿ ἡμῶν ζητηθήσεται οὐδὲ θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ᾿ αὐτοῦ δὲ δι᾿ εὐκοσμίαν ἀποβληθέντος ἐν εευτέρῳ καταλείψειεν, ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ό δημιουργὸς ἀγάγοι πάντα γὰρ αὐτῷ δυνατά.

εἰ δὲ οὐχ οὓτως ἦν, ὠ τὰς [*](M U (von Ζ. 18 οὐ μόνον an)) [*](3 vor Μεθόδιος + καὶ M 4 ἀκούσει M 7 <τινὸς> * 8 προστιθέμενον M | ἀφαιρουμένου *| ἀφαιρούμενον M | οὐκ M | ἡσσόνως *] ἦσσον ὡς M 11 f τῆς τῶν ῥύπων ἀποβολῆς καὶ τῆς *] τῶν ῥύπων καὶ τῆς ἀποβολῆς τῆς M 21 κόνιν] κοινωνεῖν Μ 22 φθεῖραν M διαφθορὰν U 23 τῆς >U 24 ἡγήσοιτο M | τις >M | <οὕτως καὶ> * | † οὓτως] vielleicht πολλαχῶς * 26 ἀγάην M ἀγάγοί U 27 ἀπολυθέντος M 28 εὐτελὲς M 30 δυνατά Dind.] δύναται M δυνατεῖ U | ὠ] ὡς U)

511
φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ σωτὴρ ἡμῶν καὶ κύριος, ό υἱὸς τοῦ θεοῦ, ὁ ἐλθὼν διὰ <τὸ> πᾶσαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι, τὴν ἡμῶν ἐλπίδα ἐν ἑαυτῷ τε ἀνατυπωσάμενος εἰς τὴν τῆς ἀληθείας αὐτοῦ πρὸς ἡμᾶς σύστασομ, μέρος αὐτοῦ εἶχεν] ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυ- θώδη σου ἀνασκευὴν καὶ πλήθους λογισμῶν ματαίων συλλογήν, ὠ φιλόνεικε.

αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων ὃτι »ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν μόνος μένει· ἐὰν δὲ πέσῃ καὶ ἀποθάνῃ, πολλοὺς κόκκους φέρει«.

καὶ τίνα ἄρα ἔλεγε κόκκον; παντί τῳ σαφές ἐστι καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ ὅτι περὶ ἐαυτοῦ ἔλεγε, τουτέστιν περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας ἡς ἀπὸ Μαρίας εἴληφε καὶ ὃλης αὐτοῦ τῆς ἐναθρωπήσεως.

τὸ δὲ πεσεῖν καὶ ἀποθνεῖν, ὡς λέγει ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί‘, περὶ τῆς αὐτοῦ τριημέρου τοῦ σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὀμολογήσεις· ἡ γὰρ αὐτοῦ ἀκοίμητος ἄπτωτος ἀκράτητος ἄτρεπτος.

ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου καὶ ἀνέστη. ὅλος οὖν ό κόκκος ἀνέστη ἢ λεῖμμα αὐτοῦ; ἀνέστη ἄλλος κόκκος παρὰ τὸν ὄντα ἢ αὐτὸς ὁ ὤν εἰς τὸ εἶναι; * τὸ διὰ τοῦ Ιωσὴφ κεκηδευμένον ἐν σινδόνι καὶ ἐν μνήματι καινῷ τεθὲν ἀνέστη, πάντως ὅτι οὐκ ἀρνήσῃ.

τίνα τοίνυν εὐηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασι »τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; ἀνέστη, οὐκ ἔστιν ὡδε. δεῦτε, ἔδετε τὸν τόπον‘. ὡσεὶ ἔλεγε· δεῦτε, ἔδετε τὸν τόπον καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὃλον ἀνέστη.

καὶ ὅπως γνῷς ὅτι ανέστη, ἀνέστη, > »ἀνέστη, οὐκ ἔστιν ὡδε«, ἴνα ἀποκρούσῃ σου τὴν φλυαρίαν, ὃτι λεῖμμα αὐτοῦ οὐκ ἐγκατελείφθη, ἀλλ᾿ αὐτὸ τὸ ἡλωθένν, αὐτὸ τὸ νυχθὲν τῇ λόγχῃ, αὐτὸ τὸ κρατηθὲν ὑπὸ τῶν Φαρισαίων, αὐτὸ τὸ ἐμπτυσθὲν <ἀνέστη>.

68. Καὶ τί μοι τὰ πλήθη λέγειν πρὸς ἔλεγχον τούτου τοῦ ἐλεεινοῦ τῆς > ἐν αὐτῷ γενηθείσης φλυαρίας; ἄρα οὖν ὡς ἀνέστη καὶ ἑαυτοῦ τὸ σῶμα ἤγειρεν, οὓτως καὶ ἡμᾶς ἐγερεῖ.

ἀπὸ τούτου γὰρ [*](8f Job. 12, 24 — 13 Matth. 24, 28 — 19 vgl. Matth. 27, 59 — 21 Matth. 28, 5f) [*](M U 2 vor κύριος + ό Μ | ὁ 1 <U | δι᾿ ἀσφάλειαν πᾶσαν U | > * 3f vor πλεῖστα + τὰ U 5 εἶχεν] * 6 ματαίαν U 8 εἰς τῆν γῆν Μ 9 πέσῃ καὶ] πεσὼν U 15 ὁμολογήσης M 17 ὅλος οὖν — ἀνέστη Μ 19 * ἀλλ᾿ ὅτι τὸ σῶμα> * 25 <φησίν> * 26 ἐγκαταλειφθῆ M 27 ἀλλὰ Μ 28 <ἀνέστη> * 30 <τε>*)

512
ἔδειξεν ὁ ἃγιος ἀπόστολος τὴν ἡμῶν ἐλπίδα, φήσας ὅτι πῶς λέγουσί τινες ἐν ὑμῖν ὅτι ἀνάστασις νεκρῶν οὐκ οὐκ εἰ δὲ ἀνάστασις νεκρῶν οὐχ ἕστι, οὐδὲ Χρστὸς ἐγήγερται. εὶ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν, ματαία καὶ ἡ πίστις εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὃτι εἴπαμεν ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρε« καὶ τὰ ἑξῆς.