Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Σὺ δὲ φάσκεις, ὠ οὑτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερματίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ άπ᾿ ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων ἐθνομέθου διδασκαλίας καὶ διὰ τὸν ἐκεῖθεν παροξυνθέ σοὶ κακότροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ τῶν Ἑλλήνων σε εἰς τοῦτο ἀγαγόντον καὶ διδαξάντων.

»ὁ γὰρ ψυχικὸς ἄνθρωπος« φησίν »ού δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν, ὃτι πνευματικῶς ἀνακρίνεται«.

εἰ μὲν γὰρ πρὸ τῆς παρακοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγένοντο, πιθανὸν | ἂν ἦν σου τὸ ψεῦσμα καὶ δυνάμενον ἐξαπατῆσαι· ὃτε δὲ φαίνεται κατὰ τὸ τὴν Εὔαν πλασθῆναι *. πόθεν δὴ ἄρα ἐπλάσσετο; ἀλλὰ ἀπὸ σώματος δῆλον· »ἐπέβαλε« γάρ φησιν »ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ἔλαβε μίαν ἐκ τῶν πλευρῶν αὐτοῦ«.

πλευρὰ δὲ οὐδὲν ἓτερον τυγχάνει ἀλλὰ ᾠκοδόμησε ᾠκοδόμησε γὰρ σάρκα άντ᾿ αὐτῆς‘. σαρκὸς δὲ ὀνομαζομενης πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις;

καὶ ἀνωτέρω φησί ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ »καὶ ἔλαβε« φησί »χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον«.

ὸ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἓτερόν ἐστιν ἀλλὰ σῶμα. εἶτα μετέπειτα καὶ ἀναστὰς Αδὰμ ἀπὸ τοῦ ὓπνου εἶπε, τοῦτο ὀστοῦν ἐκ τῶν ὀσ- τῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου.«

οὔπω δὲ χιτῶνες δερμάτινοι, [*](2 Psal. 15, 10 — 7 Die Deutung der δερμάτινοι χιτῶνες auf den Leib tatsächlich längst vor Origenes in gnostischen Kreisen üblich, vgl. Oden Salomos Irenäus 15,5; 150 Harvey (Valentin) Hippolytus Refut. Χ 13,4; S. 274, 13f (Valentin) Excerpta ex Theod. 55, 11; 111125,9 Stählin — Die Vorgänger bei Bernays, Theophrast über Frömmigkeit S. 143f — 12 — 14 2, 14 — 18 f 20 Gen. 2, 21 — 22 Gen. 1, 26 — 23 Gen. 2, 7 — 25 f Gen. 2, 23) [*](Μ U 1 καὶ] * | σῶμα U 1 f ἐτέρου τινός *] ἕτερόν τι M U 2 ἐγκαταλείψης M | δ(όσης M 4 σημαίνειν | τὸ δέ τὶν ὅσιιον«*] τὸν δὲ ὃσιον ΜU 5 τὸ] * 7 τῶν MU 12 καὶ διδαξάντων <U 15 ἐγίνοντο U | ἦν ἂν V 16 κατὰ *] μετὰ MU 17 * etwa ἤδη ή σὰρξ υπάρχουσα, πῶς οὐκ εὔληπτος ή σοῦ < * 1 δὴ Öh.] δὲ MU | ἄρα + ή <? * 19 ἐκ <U 25 τοῦτο + νῖν U 26 vor δερμάτινοι + οἱ U)

506
οὔπω τὸ παρὰ σοῦ ψεῦσμα ἀλληγορούμενον ὑπῆρχεν. ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον ὅτε σώματα ἦσαν καὶ οὐκ ἦν ἀσώματος ὁ Αδὰμ καὶ ἡ Ευα.

καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγεν«, ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως καὶ γέγονεν ἐν παρακοῇ, »καὶ ἤκουσε τὴν φωνὴν τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβη ὁ Αδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ«. καὶ ὁ θεός φησι τῷ Αδάμ ποῦ εἶ«; ό δὲ ἐλεγχόμενος ἀποκρίνεται τὴν φωνήν σου ἤκουσα καὶ ἐκρύβην, ὃτι γυμνός εἰμι«.