Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλ᾿ ἐρεῖς δέ ἐναντίας· πῶς οὖν πληροῦται τό »ἐν ᾗ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε«, εἴπερ εἶχε ἐξ αὐτοῦ; πάντως γὰρ φαγὼν οἵῳ δή ποτε καιρῷ ἐπλήρου τό »θανάτῳ ἀποθανεπισθε«.

πρὸς δὲ τὸν τοῦτο λέγοντα πάλιν φημί »ὁ θεὸς <ὁ> εἰδὼς τὰ μέλλοντα πρὶν γενέσθαι, γινώσκων πρὸ τοῦ προστάγματος ὅτι ἀπατῃθεὶς ἤσθιεν ἀπ᾿ αὐτοῦ, αύτοῦ, τὸν θάνατον διὰ τὴν μέλλουσαν ὑπ᾿ αὐτοῦ παράβασιν γενέσθαι.

έν τούτῳ γὰρ πλανώμεναι αἱ αἱρέσεις βλασφημοῦσι τὸν θεὸν λέγουσαι »καλὸς ὁ θεὸς τοῦ νόμου ὅτι ἐφθόνησε τῷ Ἀδὰμ καὶ ἐξέβαλεν αὐτὸν ἐκβάλωμεν αὐτόν, μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ ζήσεται εἰς τὸν αἰῶνα«.

ἐλέγχεται δὲ αὐτῶν ἡ ἄνοια συκοφαντοῦσα. καὶ γὰρ οὐ μόνον οὐκ ἐκώλυσε φαγεῖν ἀπὸ τοῦ ζύλου τῆς ζωῆς ἀπ᾿ ἀρχῆς, ἀλλὰ καὶ προετρέψατο φήσας »ἀπὸ παντὸς ξύλου τοῦ έν τῷ παραδείσῳ βρώσει φάγῃ«. ἠν δὲκαὶ τῆς ζωῆς ἀπὸ ἀπὸ πάντων τῶν ξύλων τοῦ παραδείσου > πρὸ ἀφθαλμῶν τοῦ Αδάμ.

μόνου δὲ τοῦ ξύλου τοῦ ειδέναι γνωστὸν ἀγαθοῦ τε καὶ κακοῦ εἶπε μὴ φαγεῖν. ἡ δὲ τοῦ Αδὰμ ἄπληστος διάνοια ἀκέραιος οὐσα καὶ * τῆς γυναικὸς αὐτοῦ Εὔας ἀπὸ τοῦ διαβόλου ἀπατηθείσης μᾶλλον ἐναντίον τῆς ἐντολῆς εἰργάσατο.

ἐπειδὴ οὖν ἐν ἐλαττώματι γέγονεν δι᾿ ἑαυτοῦ ὁ Αδάμ, οὐκ ἠθέλησεν αὐτὸν ὁ θεὸς ζῆν εἰς τὸν αἰῶνα έν ἐλαττώματι, ἀλλ᾿ ὡς ἄριστος κεραμεὺς εἰς τὸ ἔδιον φύραμα τὸ ἀφανισθὲν σκεῦος δι’ ἑαυτοῦ ηἠδόκησε μεταβαλεῖν, ἳνα ἐν τῇ παλιγγενεσίᾳ ἐκ τοῦ ἐδίου φυράματος πάλιν ὡς ἐπὶ τὸν [*](8 Gen. 2, 17 — 14 ff gemeint sind die Manichäer; vgl. dieselbe καλὸς ό θεὸς τοῦ νόμου Ancoratus c. 108, 1; I 132, 2 u. Panarion haer. 66, 83, 2 — 20 Gen. 2, 16 — 23 vgl. Gen. 2, 17) [*](Μ 2 ἀναπλάσῃ ’’] ἀναπλάσει M 6 δεκτῷ] * 7 lies ἐπιτρέψων? * 9 εἰχε *] παρεῖχε M 12 (6) * 13 ὃτι ἀπατηθεὶς vor ἤσθιεν *] hinter γινώσκων Μ 16 ἐφθόνεσε Μ 22 τῶν) * 25 * etwa <ἀκούουσα> * 26 vor + <τὸ> 27 ἐλαττώματι *] ἐλαττώμασι M)

508
τροχὸν μεταβάλλοι, ἀνασκευάσας καὶ ἀνακαινίσας τὸ σκεῦος ἄνευ ἐλαττώματος εἰς τὸ δύνασθαι διηνεκῶς ζῆν.

ἔνθεν τὸ πρῶτον μὲν ἀπειλεῖ θάνατον, τὸ δὲ δεύτερον οὐκέτι θάνατον λέγει, ἀλλὰ »γῆ καὶ εἰς γῆν ἀπελεύσῃ«, μὴ παραδεδωκὼς θανάτῳ τὸν ἄνθρωπον.

* * καὶ μεθ᾿ ἓτερα καὶ ἐποίησεν ὁ θεὸς χιτῶνας δερματίους καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου«. ὁρᾷς ὃτι μάταιος ἡ σοῦ σοῦ καινοτομουμένη κενοφωνία, Ὠρίγενες. πρὸ πόσου γὰρ χρόνου ᾖσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ.