Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

»ό γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς«, ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἔτερος ὤν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ύπακοὴν τεθεὶς καὶ αφεσιν άμαρτημάτων, »ἠλευθέρωσεν ήμᾶς ἀπὸ τοῦ νόμου τῆς ἀμαρτίας καὶ τοῦ θανάτου«, νικήσας ἐκ παντὸς τὴν άμαρτίαν βασιλεύουσαν τῆς σαρκός.

Ἅ μὲν οὖν δὴ προβάλλονται καὶ ἐκ τῶν τοῦ ἀποστόλου ῥητῶν, οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ θεόφιλε· τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ήμῖν πρὸς τὴν διέζοδον εὕρωμεν τοῦ λόγου.

ἄπορα γὰρ καὶ οὐ πάνυ ῥᾀδια πρὸς καθαίρεσιν τὰ τὰ διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν όρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συνέσεως ἄφνω ἐξ οὐρανονοῦ καταπνεύσασα καθάπερ ἐν μέσῳ νηχομένους πελάγει εἰς ὅρμον τινὰ ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν.

[ΕΩΔ ΩΔΕ ΤΟ ΜΕΡΟΣ ΤΩΝ ΜΕΘΟΔΙΟΥ.]

[*](4ff vgl. Röm. S, 3f — 11 Röm. 8, 2)[*](M U S (bis Z.23) Phot. (bis Z. 15 σαρκός))[*](1 ἀφελκομένου U 2f ὃ — ἐπεχώννυτο <Phot. 2 ὃ] τὸ U 2f ἀσθε- νῆσαν — τῇ ἁμαρτίᾳ < S 3 ἐπιχωννύμενον U 4 νόμου * nach S] ἀγαθοῦ MU 5 ἠττώμενος M | ἐν τῷ σώματι] im Fleisch S | vor ό θεὸς + ὃ U 6 αὐτοῦ Phot. | τῆς σαρκὸς Phot. | τῇ σαρκὶ τῆς ἁμαρτίας] der ünde S 7 ἀληθείᾳ — ἐφάνη <Phot. | ἀλήθεια u. δόκησις U | ἦν ὃ <S 9 δικαίωμα] ἰδίωμα Phot. –11 κατὰ τῆν — ὑφήγησιν] nach dem Befehl der Liebe des Geistes S 11 τῆς ζωῆς] des lebendigmachenden S 13 τεθεὶς] ührend S 14 καὶ <S 16 ῥητῶν <M 17 αὐτὸν M | σαφηνείας | M σαφηνίσας ἔφην] haben wir gezeigt S | δὲ <M 18 τὰς ἑτέρας M 18 f ἐάνπερ — τοῦ λόγου] wenn Gott hilft S 18 εὓρομεν M 19 καὶ οὐ — τὰ ἑξῆς <S 20 f μακρὰν — ἐσομένην <S 21 ἐὰν + δὲ Μ | συνέσως ἄφνω <S 22 f καθάπερ — ἀσφαλεστέραν] ums erleuchtet zu dieser Darlegung S 23 ἀποκαταστήσει M | Unterschrift: ἓως ὦδε τὸ μέρος τῶν Μεθοδίου MU)
500

63. Ταῦτα μέν ἐστιν ἅ ἀπὸ μέρους καθ’ εἱρμὸν <ἐκ> τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εύβουλίου, περὶ τοῦ προειρημένου Ωριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ *, ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας καὶ τὴν αὐτοῦ ἀνατροπὴν τῆς τῶν ἀνθρώπων ζωῆς δι᾿ ἐπιπλάστου ἐξ Ἑλληνικῆς δεισιδαιμονίας κακοηθείας.

πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως άκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ, ἀνδρὶ λογίῳ ὄντι καὶ σφόδρα περὶ τῆς άληθείας άγωνισαμένῳ, εἴρηται, πάντως που καὶ ἐπὶ τοσαῦτα ἓτερα.

ἀλλ᾿ ἐπειδὴ ἐπηγγειλάμεθα καθ᾿ ἑκάστην αἳρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν οὐ γάρ εἰσιν ὀλίγαι), ἓως ὡδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν.

όλίγα δὲ καὶ καὶ ἐκ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι καταπαύσομεν τὸν κατ᾿ αὐτοῦ ἀγῶνα, τῷ θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοοποιῷ καὶ τὴν αὐτοῦ ἐκκλητῆ ἰδία αὐτοῦ αὐτοῦ φιλανθρωπία πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι τοῖς τῆς ἀληθείας κηρύγμασιν. λέξομεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν.

Φάσκεις, ὠ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται ἐπισκώπτων· μὴ ἄρα βυρσοδέψης ἠν ὁ θεός. ἳνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Αδὰμ ποιήσῃ, μηδέπω ζῴων τεθυμένων; εἰ εἰ καὶ ἐτύθη ζῷα, * οὐκ ἦσαν, φησί, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα [*](19 vgl. oben c. 4, 9; S. 412, 12 u. Ancoratus c. 62, 3; I 74, 12 ff; dazu ep. ad Joh. episc. Hieros. = Hieronymus ep. 51, 5, 2; S. 403, 14ff Hilberg: numquid coriarius aut scortiarius erat dens, ut conficeret pelles animalium et consucret ex eis tunicas pelliceas Adam et Euae? manifestum est ergo, inquit, quod de corporihus nostris loquatur) [*](Μ U 1 <ἐκ> *, vgl. Ζ. 12 2 μακαρίου M 4 * etwa εἰρημένων > ἃ] (Zahl! zu λόγῳ bezogen; M; dem Stil des Epiph. ürde > noch mehr entsprechen * | παραθέμενος M 5 τὴν . . ἀνατροπῆν Com.] τῆς . . ἀνατροπῆς M U 6 * etwa ἀναιροῦντος τὴν ἐλπίδα> * 7 vor κακοηθείας + καὶ 9 vor εἴρηται + etorjutra U | πάντος M 9f καὶ ἐπὶ *] εἄν ἐπὶ M καὶ ἔπη U 12 ἐκ >U 14 καταπαύσωμεν MU 16 vor στέμμασιν + > ? * 1 στέμμασιν] ἀεὶ M 17 λέξωμεν MU 19 φάσκοις Μ ἐπισκωμματίζων U 20 τοῖς Com.] τοὺς MU 21 * etwa οὐκ ἦν ἐκεῖ βυρσεύων. διὸ δὴ τὸ ἐν τῇ γραφῇ ἐπισημανθὲν> *; vgl. auch S. 508, 22f)

501
σῶμα.

καὶ πανταχόθεν ἐλέγχῃ τῇ τοῦ διαβόλου ἐπι<π> νοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἐργαζομένου καὶ τὴν Εὔαν ἐξαπατήσαντος καὶ ἀεὶ τὰς διανοιας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ † ἐν ταῖς αὐτῶν διανοιαις παραφθείροντος.

ἴδωμεν τοίνυν εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὠ τοσαῦτα μοχθήσας καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τῆς τοσούτων βίβλων συγγραφῆς ἀγῶνα.