Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

57. Οὐ γὰρ ἐφ᾿ ἡμῖν ὅλως τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι καῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. κωλῦσαι μὲν γὰρ μὴ ἐμπίπτειν εἰς ήμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, πρὸς δοκιμὴν ήμῶν ἔξωθεν εἰσπνεομένους, μὴ πεισθῆναι μέντοι ἤ μὴ χρῆσθαι αὐτοῖς δυνάμεθα.

ἐπεὶ πῶς ὁ ἀπόστολος τὸ μὲν κακὸν οὐχ ἥκιστα ᾦἀπηρέσκετο ἐποίει, τὸ δὲ καλὸν ᾦ ἠρέσκετο ἥκιστα, εἰ μὴ περὶ τῶν ὀθνείων ἐνθυμημάτων ἔλεγεν, ἅ ἐνθυμούμεθα ἔσθ᾿ ὄτε καὶ μὴ βουλόμενοι, ἐξ οἵας οὐ γινύσκοντες αἰτίας;

ἅ ἀνατρέπεσθαι χρὴ καὶ ἐπιστομίζεσθαι, ἵνα μὴ εὐρυνόμενα τῶν περάτων κρατήσωσι τῆς ψυχῆς. ἀμήχανον γὰρ τούτων ἐνευκαιρούντων ἐν ἡμῖν ἐπανατεῖλαι τὸ ἀγαθόν.

ὀρθῶς ἄρα »ὃ γὰρ κατεργάζομαι οὐ γινώσκω« ἔλεγεν, »οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ᾿ ὃ μισῶ, τοῦτο ποιῶ«. θέλομεν γὰρ τὰ μὴ προσήκοντα καὶ ἅ μὴ θέμις μηδ᾿ ἐνθυμεῖσθαι, ἐπειδὴ ἐπειδὴ τοῦτο ἀγαθὸν τέλειον, μὴ μόνον τοῦ ποιῆσαι αὐτὸ ἐγκρατεύεσθαι, ἀλλὰ καὶ τοῦ ἐνθυμηθῆναι.

καὶ ὃ θέλομεν, τοῦτο ἀγαθὸν οὐ γίγνεται, ἀλλ᾿ ὅ οὐ θέλομεν, πονηρόν. ἐπιφοιτῶσι γὰρ ἐπὶ τὴν καρδίαν [*](1f. 16f Röm. 7, 15) [*](M U S Phot.) [*](1 δ᾿ 2 <M 2 δ᾿ μισῶ] νομίσω M 2f τελεσιουργῆσαι — καὶ δρᾶσαι] δρᾶσαι τὁ φαῦλον Phot. 3 καὶ δρᾶσαι <S | παραληπτέον <S | ἀλλὰ M | μόνον <S 4 — 6 λογισμῶν — περιαγομένης <Phot. 4f λογισμῶν — ἐμφανταζόντων ἡμᾶς] υ. νοn dem Phantasieren des örigen S | ἐνφανταζόντων M θέλωμεν Μ U | περὶ πολλὰ <S 7 ὅλως dieses S <Phot. | ἢ μὴ ἐνθυμεπισθαι <S 8 χρῆσθαι 1 — ἐνθυμήμασιν] das Vollbringen oder Nichtvollhrimfen S μὴ <Phot. | πίπτειν Phot. 9f πρὸς δοκιὴν] προσδεχομένων Phot. 10 ἢ μὴ χρῆσθαι] oder vollbringen S 11 αὐτοῖς <Phot. 11 — S. 491, 3 ἐπεὶ — πιμπλάντα <Phot. 11 — 14 ἐπεὶ πῶς — γινώσκοντες αἰτίας <S 11 οὐχ] οὐκ M | ἥκιστα] ἦν ἕκαστα M 13 ἅ] ὅσα M daher . . . dieses S 15 εὑρυνόμεθα U das öse S 16 ἐνευκαιρούντων] indem . . . sind S | ἄρα] denn S | γὰρ <S 17 vor πράσσω + das S | ἀλλ᾿ 8 μισῶ <M 18 θέλομεν] ich Hill S | καὶ a μὴ θέμις <S | μηδ᾿ Pet.] μὴ M U 18f μηδ’ ἐμιθυμεῖσθαι — τέλειον <S 20 καὶ 2] u. wenn S | θέλομεν] ich liebe S 21 γίνεται Μ U | θέλουε] ich will S |)

491
ἡμῶν καὶ ἐπιβαίνουσιν καὶ μὴ βουλομένων ἡμῶν πολλάκις μυρία τε περὶ μυρίων <ἐνθυμήματα,> περὶεργίας ήμᾶς καὶ φιλοπραγμοσύνης πιμπλάντα.

διὸ τὸ θέλειν αὐτὰ μὴ ἐνθυμεῖσθαι παράκειται, τὸ δὲ κατεργάζεσθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ καὶ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν, #x003E; ὅτι μὴ κεῖται τοῦτο ἐφ’ ἠμῖν, ὡς ἔφην, ἀλλὰ τὸ χρήσασθαι μόνον αὐτοῖς Πως ἢ μὴ χρήσασθαι.

ὡς ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ »οὐ γὰρ ὅ θέλω ποιῶ ἀγαθόν«· θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο ἀγαθὸν πανάμωμον, κατὰ τὸ λεγόμενον »ἄνευ ψόγου τετυγμένον χερσί τε καὶ νόῳ τετράγωνον«. καὶ τοῦτο μέν »ὃ θέλω ἀγαθὸν οὐ ποιῶ, ὃ Τε μὴ θέλω κακὸν πράσσω«· οὐ θέλω ἐννοεῖσθαι καὶ ἐννοοῦμαι ὅσα μὴ θέλω.

καὶ ἐπισκέψασθαι #x003E; εἶ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαυὶδ ἐνετύγχανε τῷ θεῷ, δυσχεραίνων ἐπὶ λογίζεσθαι καὶ καὶ αὐτὸν ἃ μὴ ἤθελεν· »ἀπὸ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι φεῖσαι δούλου σου. ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης«.

καὶ αὐτὸς Τε ὁ ἀπόστολος ἐν ἑτέρῳ »λογσμοὺς καθαιροῦτες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ«.