Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀεὶ ὀλισθαίνων κατὰ λέξιν ἐν τοῖς ἀναγκαίοις παρέπεσεν. ἐπιδὴ δὲ ὄγκος πολύς ἐστι (λέγεται γὰρ πολλὴν πεποιηκέναι σύνταξιν εἰς ἑκάστην γραφήν, ὡς ἔφην), * οὐ παρῃτήσατο εἰπεῖ ἃ αὐτῷ ἔδοξε.

καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ τῶν προοιμίων εἰς ἤθη τε καὶ εἰς φύσεις ζῴων τε καὶ τῶν ἄλλων παῤ αὐτοῦ εἴρηται, μέσος φερόμενος πολλάκις χαρίεντα διηγήσατο·

ὅσα δὲ εἰς δόγματα ἐδογμάτισε καὶ περὶ πίστεως καὶ μείζονος θεωρίας, τῶν πάντων ἀτοπώτατος τῶν πρὸ αὐτοῦ καὶ μετ᾿ αὐτὸν εὑρίσκται, πλὴν τῶν ἐν ταῖς αἱρέσεσιν αἰσχρουργιῶν.

ἔδοξε γὰρ αὐτὸς καὶ ἀσκητικὸν βίον ἐπανῃρῆσθαι, ὡς καὶ ἄνω μοι προδεδήλωται· διὸ καὶ τὸν θώρακα αὐτοῦ φαςί τινες ἀπὸ ὑπερβολῆς πολιτείας, ἀσιτίας τε καὶ ἀποχῆς ἐμψύχων πεπτωκέναι.

φέρε δὴ οὖν αὐτὰς τὰς αὐτοῦ λέξεις παραθηςόμεθα ἐκ τοῦ πρώτου ψαλμοῦ μετὰ καὶ τῶν ἐν αὐτῷ θεωριῶν, [καὶ] ὧν ἐδογμάτισεν, αὐτοῖς τοῖς λόγοις, ἵνα μή τινες εἴπωσι τὰ κατ᾿ αὐτοῦ ὑφ᾿ ἡμῶν λεγόμενα σεσυκοφαντῆσθαι.

καὶ οὐχ ὅτι πάντως μόνον ἐν τῷ πρώτῳ ψαλμῷ ἐξέπεσε τῆς ἀληθείας, ἀλλὰ ὡς πολλάκις εἶπον, καὶ ἐν ἑκάστῃ ἐξηγήσει. διὰ δὲ τὸν ὄγκον τῆς αὐτοῦ πραγματείας ἀπὸ τοῦ προειρημένου ψαλμοῦ συλλέξαντες ἐνταυθοῖ, ἀπὸ [τῆς] μιᾶς ἢ δύο ἢ τριῶν λέξεων τὸ πᾶν τῆς

3f vgl. S. 409, 3f – 11 vgl. S. 406, 3 ff – 12 f vgl. Suidas s. v. Ὠριγένης ΙΙ 1; 1278, 17 ἐν τούτοις ἐπεκτεινόμενος ἐπί τε ἀγρυπνίᾳ καὶ ἀστίᾳ καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον κατεδάμασε τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκέναι· οἴνου γὰρ καὶ ἐλαίυ καὶ τῶν λοιπῶν ἀπεχόμενος ἀντροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν

[*](M U 4–13 Georg. mon. Chron. 457, 7–14 de Boοr)[*](3f πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην γραφήν, καὶ ὅσα κτἑ. Georg. | 3 ἐστι + τῶν αὐτοῦ <συγγραμμάτων>? vgl. Z. 19 * 4* etwa <ἀδύνταον ἅπαντα εἰς μέσον φέρειν· ἀεὶ δὲ ἐξηγούμενος τὴν γραφὴν> * 5 ἃ αὐτῷ] οὕτως Μ | ἐν < Μ 6 τῶν < Georg. | τῶν προοιμίων][τῶν] παροιμιῶν? * 6f τῶν ἄλλων] ἀλόγων Georg. 7 παρ᾿ αὐτοῦ < U | χαριέστατα Μ 7f διηγήματα Georg. 8 εἰς δόγματα] περὶ πίστεως Georg. 8f καὶ περὶ — θεωρίας < Georg. 9 ἀτοπώτατα U ἀτοπώτερος Georg. | τῶν πρὸ — θεωρίας < Georg. 10 πλὴν—αἰσχρουργιῶν < Georg. 10f γὰρ αὐτὸς] δὲ αὐτῷ Georg. 11 αὐτὸς < U | ἀσκητῶν U 11f ὡς καὶ—διὸ καὶ] τοιοῦτον ὡς καὶ Georg. 12f ἀπὸ ὑπερβολῆς—πεπτωκέναι] δἰ ὑπερβολῆν ἀστίας τε καὶ σκληραγωγίας ἀνατραπῆναι Georg. 13 ἀσιτίας < Μ 14 <μετὰ> * 15 [καὶ] * 18 ἀλλὰ ὡς πολλάκις εἶπον *] ὡς πολλάκις εἶπον ἀλλὰ MU 20 ἐνταῦθα U | [καὶ] * | τῆς] τὸ U)
415

περὶ τὴν πίστιν μοχθηρίας αὐτοῦ ἀποκαλύψωμεν κατ᾿ αὐτῶν τε εἰπεῖν ἀναγκαίως ἐπιμεληςώμεθα.

καὶ ἔστιν εὐθὺς ἑκάστης λέξεως τὸ ἐδάφιον οὕτως, ὅπως γνῴης, ὦ φιλόκαλε ἀκροατά, ὅτι φανερώτατα τὸν υἱὸν τοῦ θεοῦ κτίσμα ἐδογμάτισε, καὶ ἀπὸ τῆς περὶ | τοῦ υἱοῦ τόλμης γνῷς ὅτι τὸ πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος εἰσηγήσατο.

ἐπ᾿ ἀρχῆς οὖν ἀναλέξωμεν τὸν ψαλμόν, ἕως αὐτῆς τῆς λέξεως, ὡς αὐτὸς Ὠριγένης ἔφη·

  • Τῶν Ὠριγένους εἰς τὸν α ψαλμὸν ἀρχή.