Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

εἰ γὰρ πρὸ τῆς παραβάσεως, καθάπερ ἤδη καὶ ἐν τοῖς ἔμπροσθεν ἐξεθέμεθα, σῶμα ἐκέκτηντο αἱ ψυχαί, πῶς > εἰς παγίδα ὕστερον μετὰ τὴν παράβασιν εἰς σῶμα ἀμβιβάζονται, οὐκ ὄντος χρόνῳ ἐν ᾦ πρὶν αὐτὸς τὸ σῶμα λαβεῖ ἐξημάρτοσαν;

οὐ γὰρ ἔμφρο- [*](8f vgl. I Kor. 15, 37) [*](M U S 1 ἐπειδὰν ἀποθάνοι, ἐν τῷ αὐτῷ] im Tode S 1 — 4 εἰ γὰρ — τὸ ἀναβιώ σεσθαι < S 3 ἀνωκοδομηθῆναι U 4 θανέντος U Ι ἀναβιώσεσθαι Dindorf ἀναβιώσασθαι M ἀναστήσεσθαι U 5 καὶ γὰρ ἡμεῖς] wir aber nun S Ι τεθνεότων M 6 συμβαίνειν < S Ι τοῦτο < S 7 σκόπει < klar erkannt wird S Ι κατάμαθε U 9 φησίν < M 10 πάλιν + als solche S 11 ἐκ τῶν σπερμάτων] von ihnen S 12 εἰς τὸ τεθνάναι < S 14 παρήσωμεν MU Ι καὶ οἱ — λόγων < S 15 τοῦ δέοντος] der Wahrheit 15 — 17 αὐτῷ . . . . ἐκτιθεμένῳ] veisiehen sie S 16 πάλιν αὐτὰς] πάντας M #x003C; S 16f ἐν τῇ — προφητείᾳ] im 65. Psalm S 16 πέμπτον] καὶ πέμπτον hinter προ- φητείᾳ U 17 καὶ ἀνοικείως < S Ι <εἰς> * nach S 18 ὑφέξουσαν ἡμαρτημένων + ihre S Ι ἐνβιβάζει M Ι ἀτοπίας < U 19 ἐστιν] voll ist S γὰρ < S 19f καθάπερ — ἐξεθέμεθα < S 20 σώματα U Ι nach S 21 μετὰ τὴν παράβασιν < S Ι σῶμα] Fleisch)

471
ὁτὲ ὁτὲ μὲν ὡς διὰ τὸ σῶμα λέγειν τὰς ψυχὰς ἡμαρτηκέναι, ἑτὲ δέ, ἐπειδήπερ ἑμάρτοσαν, διὰ τοῦτο καὶ δεσμὸν αὐτὸ καὶ παγίδα πρὸς κατάκρισιν γεγονέναι.

εἰ γὰρ διὰ τὸ σῶμα ἥματρον, συνῆν ἄρα ἐξ ἀπχῆς αὐταῑς ταῖς καὶ πρὸ τῆς ἀμαρτίας τὸ σῶμα.

πῶς γὰρ διὰ τοῦτο ἡμάρτανον, μὴ ἦν μηδέπω; εἰ δὲ παγὶς πάλι αὐτὸ τὸ σῶμα καὶ πέδαι νομίζεται καὶ δεσμός, οὐκέτι τὸ συναμφότερον αἴτοιν, ἀλλὰ ψυχὴ μόνη.

ἁμαρτήσαντι γὰρ μετὰ τὸ ἁμαρτῆσαι [τῷ ἁμαρτήσαντι] δεσμὰ καὶ παγίδες καὶ πέδαι ἀλλὰ μὲν ὁὴ ὡμολογήσαμεν μὴ δύνασθαι δεσμὸν εἶναι τὸ σῶμα τῆς ψυχῆς, ἐπειδὴ τὸ μὲν σῶμα πρὸς ἐκάτερα, καὶ πρὸς τὸ δίκαιον καὶ ἄδικον, συνεργεῖ, ὁ δὲ δεδμὸς εἴργει τοῦ ἀδικεῖν.

ὥστε ὄπερ λέγω δυοῖν δάτερον· ἢ γὰρ ἐξ ἀρχῆς ἡμάρτομεν μετὰ σώματος καὶ οὐ φαίνεται χρόνος ἐν ᾦ ἐκτὸς ὑπήρξαμεν σώματος καὶ συναςιτιον τὸ σῶμα καὶ ἀγαθῶν τῇ ψμχῇ καὶ κακῶν, ἢ χωρὶς σώματος διάγοντες ἡμάρτομεν καὶ ἀναίτιον τὸ σῶμα κακίας ἐκ παντός.

ἀλλὰ χωρὶς σώματος ὑπὸ ἀλό γου ἡδονῆς οὐ κρατεῖται ἡ ψυχή, ἐκρατήθησαν δὲ οἱ πρωτόπλαστοι ἀλόγῳ δελεασρέντες ἡδονῇ· ἦν ἄρα ἡ ψυχὴ μετὰ σώματος καὶ πρὸ τῆς ἁμαρτίας. Ι περὶ γὰρ δὴ τοῦ μὴ ἐγχωρεῖν αὐτὸ νομίζεσθαι διὰ τὴν παράβασιν [*](Ö314) δεσμὸν ἐπὶ τιμωρίᾳ γεγονός, ἵν’ ἀκήρατον ἡ Μὴ καὶ συνεχῆ κατ’ αὐτοὺς βάσανον ἔχῃ νεκροφοροῦσα, δοκῶ μοι πλήρης ταῦτα ἤδη μετὰ πάσης ἀποδείξεως δεδηλωκέναι.

ὅθεν ἀσύστατον καὶ ἀνένδεκτον τὸ μὲν σῶμα παγίδα τίθεσθαι καὶ δεσμά, τὸν δὲ θεὸν εἰσάγειν τὰς ψυχὰς εἰς τὴν παγίδα δίκην ὑφεξούσας, ἄνωθεν ἐκ τοῦ τρίτου ἐκβάλλοντα οὐρανοῦ ἀωθ’ ὦν παρήδουσαν τῆς ἐντολῆς.