Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

37. Ὥστε μηδείς, αὐτός αἴτιος ὤν, ἀκολάστῳ γλώσσῃ μεμφέσθω τὴν θείαν φύσιν, ὡς οὐκ ἐν δίκῃ διανέμουσαν ἑκάστῳ κακίας ἢ ἀρετῆς τὰ ἀμοιβαῖα. »τίς γὰρ εἶ, ὦ ἄνθρωπε, ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως«; πῶς γάρ; γάρ;

αὐτοδεσπότῳ βουλῇ κακίαν εἵλατο. διὸ καὶ οὐ λέξει <ἐν> δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ, τί με ἐποίησας οὕτως κατα κριθέντα εἰς τὸ ἀλγύνεσθαι; ;

πρόσσχες γὰρ ὄπως ὤσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινῶς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον.

τοῖς μὲν γὰρ μὴ μετὰ σπουδῆς, ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς λόγοις ἀσυνάτρητα ἔσθ’ ὅτε καὶ ἀσύμφωνα λέγειν, τοῖς δ’ αὖ σπουδαίνως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.

Δι’ ἀκπτβείας μὲν οὖν περὶ τούτων διεξείναι τὰ νῦν ἱκανὸν ἄν γένοιτο αὐτὸ καθ’ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἦς ἔνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιίναι.