Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅθεν ἐπειδὴ κατερρυπώθη καὶ κατεμιάνθη τῆς ἀποφάσεως ἀποστατήσας ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ κηλῖδας ἐναπεμάξατο κακίας πολλῆς, ἃς ὁ ἄρχων τοῦ σκότους ἀπεκύησε καὶ πατὴρ τῆς πλάνης, πόνον κατὰ τὴν γραφὴν συλλαβών, ἵνα τὸν ἄνθρωπον φαντάζειν ἀεὶ πρὸς ἀδικίαν ἔχῃ καὶ κινεῖν, ὁ θεὸς ὁ παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς τοῦ διαβόλου ἰδὼν αὐτὸν γεγενημένον, καθάπερ καὶ ὁ διάβολος πλάνος ἦν,

τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτόν ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γενηθὲν κακὸν ἀποθάνῃ.

31. Προηπόρηται δὲ ἤδη καὶ ἀπεδείχθη τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράζωμεν.

αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα προσενεχθεῖσαν αὐτῷ θεασάμενος »τοῦτο νῦν ὀστοῦν« ἐφώνησεν »ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψε ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, [*](17 Gen. 2, 23 f) [*](MUS Pa (bis Ζ. 4) 8 — S. 450, 16 (bis τὸ ἐκπεσεῖν) Doctr. vett. Patr. S. 180, 1 f Diekamp (Text nicht abgedruckt; vgl. dafür Gallandi B. P. III 772 = Do)) [*](1 οὕτως < S | ᾖ] ἢ MUS 2 τηρῆσαν] das Bewahrte S | λέγεσθαι M 4 κατερυπώθη M | κατερρυπώθη καὶ < S 5 τοῦ θεοῦ] das Gesetz Gottes S 6 τοῦ σκότους Bonwetsch nach S] οὗτος MU 7 πρὸς ἀδικίαν ἀεὶ φαντάζειν ἔχει U 8 κακὸν] ἐν ἐλαττώσει κεκακωμένον M 8 f τοῦ διαβόλου] < U ungerechten S 9 αὐτὸν < S 9—12 καθάπερ — ἀποθάνῃ] an Stelle des auch durch S bezeugten Textes von U hat M: οὐκ εἴασε μεταλαβεῖν τοῦ ξύλου τῆς ζωῆς, ἀλλὰ ἐνέδυσεν αὐτόν τε καὶ τὴν σύζυγον Εὔαν χιτῶνας δερματίνους καὶ ἀπέλυσε τοῦ παραδείσου νέκρωσιν αὐτοῖς ὁρίσας λέγων »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει«, ὅπως καθαρίσας τῆς ἐλαττώσεως ἐν τῇ ἀναστάσει ὡς ἄριστος κεραμεὺς πάλιν ἀπὸ τοῦ ἰδίου φυράματος ἄνευ ἐλαττώσεως ἀναστήσει 9 καθάπερ — πλάνος] denn er selbst war verführend u. ihn war der Teufel (verführend) S 10 νεκρότητι Bonwetsch] νεκρότητα U 11 γενηθὲν] geborene S 13 προηπόρηται δὲ < S | καὶ < S 14 f φράσομεν Do | φράζωμεν. αὐτὸς < M 15 ὁ u. αὐτῷ vorangestellt U | αὐτῷ < S 17 f καὶ σὰρξ — σαρκός μου < S 18 vor αὕτη + καὶ πάλιν Do | αὐτῆς < S )

450
καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«.

οὐ γὰρ δὴ ἀνέξομαι φληναφώντων τινῶν καὶ βιαζομένων ἀπηρυ- θριασμένως τὴν γραφήν, ἴνα αὐτοῖς δὴ σαρκὸς μὴ εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ἀστᾶ νοητὰ καὶ σάρκας νοητὰς ὑποτιθεμένων καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις·

καὶ ταῦτα οὔτως ὡς γέγρα- πται παραλαμβάνεσθαι καρτύνοντος τοῦ Χριστοῦ τὴς γραήν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται »οὐκ ἀνέγνωτε ὅτι ἀπ’ ἀρκῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησε καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ τὰ ἐξῆς.