Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

κωλύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθεριαζόντων δὲ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυσάκτως, ἀλλ᾿ οὐ πεπεδημένων.

ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηἠξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο;

πῶς δὲ καὶ μετὰ τὴν κατασκευὴν τοῦ δεσμοῦ τό »ιδού, πρὸ προσώπου σου« λέγεται »τέρεικα τὴν ζωὴν καὶ τὸν θάνατον, ἔκγεξαι τὴν ζωήν, τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, ἔκλεξαι τὸ ἀγαθόν« καί »ἐὰν θέλητε καὶ εἰσακούσητέ μου«. ταῦτα γὰρ ὡς αὐτεξουσιάζοντι καὶ οὐχ ὡς ὑπὸ δεσμὰ καὶ ἀνάγκην ἀγομένῳ ἐρρήθη.