Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ἀλλὰ τὸ μὲν σῶμα πρὸς τὸ ἁμαρτῆσαι συνεργόν;

Ναί.

Εἴργει δὲ ὁ δεσμός;

Οὐκ ἄρα τὸ σῶμα δεσμός, οὔτε κατὰ σὲ οὔτε κατὰ κατὰ ἄλλον, ἔφην, ὦ Ἀλγαοφῶν,ἀλλὰ πρὸς ἑκάτερον τῇ ψυχῇ συνεργόν, εἴτε πρὸς τὸ ἀγαθὸν εἴτε πρὸς τὸ κακόν.

Συνεχώρει.

24. Οὐκοῦν οὕτω δὴ τούτων ἐχόντων ἀπολόγησαι, ὦ ’Αγλαοξῶν, πρὸς ἃ πρῶτον ὑπέθου. ἔφης γὰρ δεσμὸν καὶ εἰρκτὴν καὶ πέδας τὸ σῶμα τῆς ψυχῆς ἐν τοῖς ἔμπροσθεν. καὶ ὁρᾷς ὡς οὐ συνᾴδουσι τούτοις ἃ ἔρης;

πῶς γὰρ συᾴδοιεν, εἴπερ γε ἀνάγκη, ὦ ἄριστε, δεσμὸν μὲν τὴν σάρκα νομίζεσθαι, τὴν δὲ ψυχὴν συνεργῷ πρὸς ἀδικίαν χρῆσθαι καὶ συμπράκτορι τῷ [*](M U S) [*](1 vor ἁμαρτάνειν + nicht S 1 f φονεύειν τε — σοι δοκεῖ, ἃ] u. eine andere Siinde, welche S; lies wohl εἰπερ τῷ μοιχᾶσθαι φονεύειν τε καὶ ἀσεβεῖν ἢ > ἁμαρτίᾳ συνευδοκεῖ, ἣν * 4 τὸν δεσμώτην] die Fessel S 7 ναί + sagte er S 9 ἐπένευσεν < S 10 ἡμῶν M 18 δῆλον < S 20 ταί] ich sage 21 f εἴρηει δὲ — συωέφη < S 23 vor δεσμός + ὁ U Ι κατὰ ἄλλων Μ Ι M < S 27 f πρὸς ἃ] wie S 28 καὶ πέδας < S 31 τὴν δὲ — χρῆσθαι δὲ] und S 31 f καὶ συμπράκτορι τῷ δεσμῷ < S)

440
δεσμῷ, δπερ ἀδόνατον;

εἰ γὰρ διὰ τὴν ἀμαρτίαν βασανιστήριον ἐδόθη, πρὸς τὸ ἀλγυνθεῖαν εἰς τὸ τιμᾶν τὸν θεὸν παιδευθῆναι τὴν ψυχήν, πῶς συνεργεῖ καὶ συναγωνίζεται τὸ σῶμα αὐτῇ πρὸς τὸ ἀδικεῖν; δεσμοὶ γὰρ καὶ φυλακαὶ καὶ πέδαι καὶ συλλήβδην αἱ τοιαῦται πάσαι πρὸς ἀπανόρθωδιν τιμωροὶ μηχαναὶ ἐφεκτικαὶ τοῦ ἀδικεῖν καὶ ἁμαρτάνειν τοῖς κολαζομένοις γίγνονται, οὐ γὰρ ὅπως ὁ ἀδικήσας ἀδικήσῃ πλέον,

συνεργὸς αὐτῷ πρὸς τὸ ἀδικεῖν ὁ δεσμὸς δίδοται, ἀλλ᾿ ὅπως λήξῃ τοῦ ἀδικεῖν, βασανιζόμενος διὰ τῶν δεσμὼν. καὶ γὰρ οἱ δικασταὶ ταύτῃ πεδοῦσι τοὺς φαύλους.

κωλύονται γάρ, κἂν μὴ βούλωνται, κακοποιεῖν ὑπὸ τῶν δεσμῶν· ἐλευθεριαζόντων δὲ κακουργεῖν ἐστι καὶ ζώντων ἀφυσάκτως, ἀλλ᾿ οὐ πεπεδημένων.

ὁ δὲ ἄνθρωπος πρῶτον μὲν ἐφόνευσε κατὰ τὸν Κάϊν, ηἠξήθη πρὸς ἀπιστίαν, εἰδώλοις προσέσχεν, ἀπεστάτησε θεοῦ. καὶ πῶς αὐτῷ δεσμὸς τὸ σῶμα ἐδόθη; ἢ πῶς ὁ θεὸς μετὰ τὸ πρὸ σώματος ἀνομῆσαι τὸν ἄνθρωπον συνεργὸν πρὸς ἀδικίαν αὐτῷ μείζονα τὸ σῶμα ἔδοτο;