Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Ὀρᾷς, ἔφη, ὦ Εὐβούλιε, ὡς ἐγὼ ἕτοιμός εἰμί σε ἐπαινεῖν, ὁπόταν ὁρθῶς διασαφῇς τοὺς λόγους;

23. Ἄρα οὖν, ἵνα δὴ με κα μᾶλλον ἐπαινεσῃς, εἶ δεσμὸς τὸ σῶμα καθ’ ὁμᾶς δοκεῖ, οὐ δὐναται κακίας υπαίτιον εἶναι νομίζεσθαι τῇ ψυχῇ, καὶ ἀδικίας ἔτι, ἀλλὰ σωφροσύνης ἀντιστρόφως καὶ παιδείας.

ὧδε δὲ σκόπει· οὔτω γὰρ ἂν μᾶλλον ἀκολουθήσειας. ποῖ ἄγομεν τοὺς τὰ κάμνοντας; οὐ παρὰ τοὺς ἰατρούς; Δῆλον, ἔφη.

Ποῖ δὲ τοὺς ἁμαρτάνοντας; οὐ παρὰ τοὺς δικαστάς;

Ἀνάγκη.

Οὐκοῦν δίκην ὧν ἔδρασαν δώσοντας, ἔφην, δικαίως;

Ναί.

Τὸ δὲ δίκαιον πάγκαλον;

Ὡμολόγει.

Ὁ δὲ δικαίως κρίνων καλῶς ποιεῖ· δικαίως γὰρ κρίνει;

Συνέφη.

Τὸ Τε καλὸν ὠφέλιμον;

Φαίνεται.

Ὠφελοῦνται ἄρα οἶ κρινόμενοι. ἀναιρεῖται γὰρ αὐτῶν ταῖς βασάνοις ἡ πονηρία κωλυομένη, καθάπερ καὶ πρὸς τῶν ἰατρῶν τομαῖς καὶ φαρμάκοις αἱ νόσοι. τὸ γὰρ ἀδικοῦντα διδόναι δίκην ἐπανορθοῦσθαι τὴν ψυχήν ἐστι, τὴν μεγάλην νὀσον ἀδικίαν ἀποβάλλοντα.

Ὡμολόγει.

Τί δὲ ; οὐ κατὰ ἀναλογίαν τῶν ἀμαρτηθέντων τὰς κολάσεις τοῖς κολαζομένοις ζομένοις δικαίως προσφέρεσθαι ψῂς, καθάπερ καὶ τοῖς ἰατρευομένοις κατὰ ἀναλογίαν τῶν τραυμάτων τὰς χειρουργίας;

Ἐπένευσεν.

[*](M U S)[*](1 ἀεὶ < S Ι παρεμπίπτον MU Ι ζόφος < S Ι ζοφοῖ < πον M Ι μὲν < U 3 ἡμῶν x003C; M Ι ὡς ἔφης < S 4 ὄψεως] Augen S Ι ἡ διὰ τῶν ἄλλων αἰσθήσεων die übrigen Sinne S 7 δεσμὸς + rfer Seele S 9 καὶ ἀδικίας ἔτι < S 10 ὅποι M Ι τὰ σώματα < S ἴφη < S 13 δὲ < S 15 δίκην < S Ι ἔφην < S καλόν U 18 ὁμολόγει M ὁμολογεῖ U 19 δὲ < S Ι δικαίως γὰρ κρίνει < 20 συνέφη] auch ich sage es S 24 κωλυομένη < S 26 τὴν μεγάλην < S 27 ὁμολόγει U < S 28 f τοῖς κολαζομένοις δικαἰως < 8)
438

Οὐκοῦν ὁ μὲν δράσας ἄξια θανάτου τιμᾶται θανάτῳ τὴν δίκην, ὁ δὲ πληγῶν πληγαῖς, ὁ δὲ δεσμῶν δεμοῖς;

Ὠμολόγει.