Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

διὸ κἂκ μὴ λάβῃ τὸ σῶμα, ἁμαρτψεται, ἐπειδήπερ καὶ πρόσθεν ἥμαρτεν χωρὶς σώματος. καὶ ἀνόντηον τὸ λέγειν ἀναβιῶναι μὴ δύνασθαι τὸ σῶμα διὰ τοῦτο, ἵνα μὴ παραίτιον τῇ

ψυχῇ τοῦ ἁμαρτῆσαι γενηθῇ. ἁμαρτήσεται γάρ, ὥσπερ καὶ πρὸ τοῦ σώματος ἥμαρτε, οὕτως καὶ μετὰ τὴν τοῦ σώματος ἀπόθεσιν, κἂν μὴ αὖθις τὸ σῶμα ἀπολάβῃ. ὅθεν ἀνάγκη μοι διὰ ταῦτα μήτε ἐμαυτοῦ μήτε ἄλλου [*](P 567) ἀποξέεσθαι λέγοντος Ι τοὺς δερματίνους χιτῶνας εἶναι τὰ σὠματα. εἰ δὲ ἀποδεξαίμην, ὁμολογεῖν χρή με καὶ τὰ εἰρημένα.

22. Τί δὲ, οὑχὶ κἀκεῖνο, ἔφην, ὦ Ἀγλαοφῶν, δοκεῖ σοι μὴ ὀρθῶς ἔχειν;

Τὸ ποῖον;

Τὸ λέγειν, ἦν δὲ ἐγώ, δεσμὸν καὶ πέδας τὸ σῶμα μεμηχανῆσθαι κατὰ κατὰ τῆς ψυχῆς, καὶ ὅτι καὶ ὁ τροφήτης »δεσμίους γῆς« ἔφη ἡμᾶς διὰ τοῦτο καὶ ὁ Δαυίδ »πεπεδημένους«.

Καὶ ὅς· οὐκ ἔχω σοι προχείρως ἀποκρίνασθαι, ἔφη. ἀλλὰ τί ἄλλῳ οὐ διαλέγῃ;

Καὶ ἐγὠ — ᾐσθόμην γὰρ ἐρυθριᾶν αὐτόν, φεύγοντα ἐλεγχθῆναι τῷ [*](19 Klagel. Jerem. 3, 34 — 20 Psal. 145, 7) [*](M U S) [*](1 μανθάνω] ich habe gelernt S Ι οὐδέν τι] οὐκέτι U Ι ἀκονῆσαι Dind.] ἀκούεσθαι M ἀκούσεσθαι U 2 δεδωκότι M δεδοικότι U 4 ἡ < M 5 τὴν — αὐτοῖς] denn deshalb sind sie S 5f κατασκευάζονται] καὶ δι’ αὐτῶν ἡ τούτων αὐτοῖς κατασκεύασις U 6 τοὺς χιτῶνας] jcwer Kleider S Ι γίνεται M 8 ἀλλὰ M Ι αὐτὴ] αὕτη M Ι ἐν ἑαυτῇ < M sieh selbst S 10 ἀναβιῶναι δύνασθαι] stehe nicht auf S Ι τὸ σῶμα] χωρὶς σώματος M Ι διὰ τοῦτο + τὴν σάρακα MU 11 γεννηθῆ U Ι ὥσπερ] ὡς U Ι τοῦ 2 < Μ 13 διὰ ταῦτα < Ι weder einen andern noch mir S 14 λέγοντος + dieses S Ι εἰ δὲ] ἢ, < δὲ 16 τί δέ — ἔχειν] Jenes stimmt S 18 τὸ 1 + δὲ M Ι τὸ λέγειν, ἦν δὲ ἐγώ] was ich sage S Ι καὶ πέδας < S Ι μεμηχανῆσθαι] haltet ihr S 19 καὶ wie S Ι ἔφη < Μ Ι διὰ τοῦτο < S 21 Ι ἔφη — διαλέγῃ < S 23 ᾐσθόμην . . ἐρυθριᾶν αὐτὀν] ich erkannte, denn ich bemerkte S 23 f ἐλεγχθῆναι τῷ λόγῳ] das Wort der Widerlegung S | τῷ λόγῳ *] τὸν λόγον M U)

436
λόγῳ — γάρ με κατὰ φθόνον ἐπιχειρεῖν σε ἐλέγξαι, ἔφην, καὶ μὴ τὸ προκείμενον καταφανὲς φιλονεικεῖν ποιῆσαι; ἀλλ’, ὦ ἀγαθέ, μὴ ἀποκάμῃς κάμῃς ἀνερωτώμενος.

ὁρῇς γὰρ ὡς οὐ περὶ μικρῶν ἡμῖν εἰσιν οἱ λόγοι, ἀλλ’ οὖν τίνα τρόπον χρὴ πεπιστευκέναι· καὶ γὰρ οὐδὲν οἶμαι τοσοῦτον κακὸν ἀνθρώπῳ γενέσθαι ὅσον ἀπὸ τῶν ἀναγκαίων, ὁπόταν ψευδῆ περὶ αὐτῶν δοξάζοι.

ἴθι οὖν προθύμως πρὸς τὰ ἐρωτώμενα· ἀποσάφει καὶ ἐάν τί σοι λέγειν ἀληθὲς μὴ δοκῶ, μῆλλον τῆς ἀληθείας φροντίσας ἢ ἐμοῦ, ἔλεγξον. μεῖζον γὰρ ἀγαθὸν τὸ ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομί ω, ὅσῳ μεῖζόν ἐστι τὸ αὐτὸν ἀπαλλαγῆναι κακοῦ τοῦ ἄλλον ἀπαλλάξαι.

φέρε οὖν παραλλήλους παραβάλλοντες τοὺς λόγους σκεπτώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὅντα, ἀλλὰ περὶ ὧν εἰδέναι τε κάλλιον, μὴ εἰδέναι τε αἰσχρόν. οὐκοῦν σὺ μὲν οὐ νομίζεις ἀναβιῶναι τὸ σῶμα, νομίζω δὲ ἐγώ.

Πάνυ μὲν οὖν, ἔφη, καὶ δι’ ἅ εἴρηκα.

Καὶ σὺ δὲ ἦν δὲ ἐγώ, δεσμὸν αὐτὸ καὶ φυλακὴν καὶ σῆμα καὶ ἄχθος καὶ πέδας εἶναι ἔφης, ἐγὼ δὲ οὐ φημί.

Ἀληθῆ, ἔφη, μοι λέγεις.