Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

2. Ἀλλ᾿ οὐκ ἔμεινεν αὐτῷ τὰ τοῦ βραβείου εἰς τέλος. διὰ γὰρ τὸ ἐξοχώτατον τῆς λογιότητος αὐτοῦ καὶ τῆς προπαιδείας ἐπὶ πλείστῳ φθόνῳ διεβέβλητο καὶ μᾶλλον τοῦτο παρώξυνε τοὺς κατὰ καιρὸν τότε τὴν ἐξουσιαστικὴν ἀρχὴν διέποντας.

κακομηχανίᾳ γὰρ διαβολικῇ ἐπενόησαν οἱ τῆς κακίας ἐργάται αἰσχρότητα τῷ ἀνδρὶ ἐμποιῆσαι καὶ τιμωρίαν τοιαύτην ὁρίσαι, εἰς παράχρησιν δὴ τοῦ αὐτοῦ σώματος Αἰιθίοπα αὐτῷ παρασκευάσαντες.

ὁ δὲ μὴ φέρων τὴν τοσαύτην τῆς διαβολικῆς ἐνεργείας ἐπίνοιαν ἔρρηξε φωνήν, τῶν ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων θῦσαι μᾶλλο ἑλόμενος.

οὐ μὴν δὲ ἑκουσίᾳ γνώμῃ τοῦτο ἐπετέλεσεν, ὡε πολὺς ᾂδεται λόγος· ἀλλ᾿ ἐπειδὴ ὅλως καθωμολόγησε τοῦτο πρᾶξαι, βαλόντες ἐπὶ χεῖρας αὐτοῦ λίβανον εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκαν.

καὶ οὕτως τοῦ αρτυρίου ἀπὸ τῶν κριβάντων ὁμολογητῶν τε καὶ μαρτύρων ἀπεβλήθη τότε καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξεώθη.

ἐν Ἀλεξανδρείᾳ δὲ τοῦτο ὑποστὰς καὶ μὴ δυνάμενος τὴν τῶν ὀνειδιζόντων χλεύην φέρειν ἀνεχώρησε καὶ τὴν Παλαιστινῶν, τούτεστι τῆς Ἰουδαίας κατ- [*](12 vgl. Photius bibl. 118 σύνοδος ἀθροίζεται ἐπισκόπων καὶ τινων πρεσβυτέρων κατὰ Ὠριγένους. ἡ δέ, ὡς ὁ Πάμφιλός φησιν, ψηφίζεται μεταστῆναι μὲν ἀπὸ Ἀλεξανδρείας τὸν ‘Ωριγένην καὶ μήτε διατρίβειν ἐν αὐτῇ μήτε διδάσκειν, τῆς μέντοι τοῦ πρεσβυτερίου τιμῆς οὐδαμῶς ἀποκεκινῆσθαι· ἀλλ᾿ ὅ γε Δημήτριος ἅμα τισὶν ἐπισκόποις Αἰγυπτίοις καὶ τῆς ἱερωσύνης ἀπεκήρθξε συνυπογραψάντων καὶ τῇ ἀποφάσει τῶν συμψάφων αὐτῷ γεγενημένων — 14ff vgl. die ähnliche Begründung der Übersiedlung bei Marcion (haer. 42, 1, 7; II 94, 18ff) u. Theodotus dem Schuster (haer. 54, 1, 4; II 317, 14ff) –16 vgl. de mens. ac pond. 18, 21; S. 171 2ff Lagarde ἐλθὼν δὲ (sc. nach dem Martyrium in Alexandria unter Decius) εἰς Καισάρειαν τὴν Στράτωνος καὶ διατρίψας εἰς Ἰεροσόλυμα χρόνον ὀλίγον, εἶτα ἐλθὼν εἰς Τύρον κτἑ.) [*](Μ Y 3 — S. 405, 12 Ge3org. mon. Chron. 457 20ff de Boor u. Suidas s. v. Ὠριγένης ΙΙ 1; 1281, 20ff Bernhardey 4ff verwertest bei Nemesius de nat. hom. c. 30; Migne 40, 721B) [*](2f ἐπὶ πλεῖστον φθόνον U 3–7 bei Georg. mon zusmmengezogen φθόνῳ δὲ διαβληθεὶς πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρποτατον ἄνδρα φαςὶν ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ 4 γὰρ] δὲ U 5f ἐμποιῆσαι *] ἐπινοῆσαι MU 7 παρασκευάσαντες *] παρσκευάσαι MU 7f τοσαύτην <U 8 τῆς διαβολικῆς ἐνεργείας] βδελυρὰν Georg. 9—11 μᾶλλον ἑλόμενος — λόγος ἀλλ᾿ < Georg. 10 πάλιν] μᾶλλον U 13 ὁμολογητῶν τε καὶ αρτύρων < Georg. 14 τότε ότε < Georg. 14–16 τὴν Ἀλεξάνδρειαν δὲ καταλιπὼν διὰ τὸν ὄνειδον τὴν Ἰουσαίαν κατέλαβεν Georg. 15 δὲ < M)

405
οικεῖν γῆν εἵλατς.

ἀνελθὼν γοῦν εἰς τὰ Ἱεροσόλυμα καὶ ὡς τοιοῦτος ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τοῦ ἱερατείου ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν· φαςὶ γὰρ αὐτὸν καὶ πρεσβυτερίου κατηξιῶσθαι τὸ πρίν, πρὶν ἢ τοῦ θῶσαι.

προτρεπομένων οὖν, ὡς ἔφην, αὐτὸν ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν καὶ πολλὰ καταναγκασάντων τῶν τὸ τηνικαῦτα ἐν Ἱεροσολύοις τὴν ἱερωσύνην τῆς ἁγίας ἐκκλησίας διεπόντων, ἀναστὰς ἐπὶ πόδας τὸ ῥητὸν μόνον τὸν τοῦ ψαλμοῦ τοῦ τεσσαρακοστοῦ ἐνάτου ἐπειπών, τὴν πᾶσαν διαστολὴν παρελθών, ὡς λέγει ὁ ψαλμός,

»τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· ἵνα τί σὺ ἐκδγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου«; πτύξας τὸ βιβλίο ἐπέδωκε καὶ ἐκάθισε μετὰ κλαθμοῦ καὶ δακρύων, τῶν πάντων ὁμοῦ σὺν αὐτῷ κλαιόντων.

3. Μετὰ χρόνον ἀπ’ ἐντεῦθεν προτρεπομένων αὐτὸν πολλῶν καὶ ἀναγκαζόντων, Ἀμβροσίῳ τινὶ συντυχὼν τῶν διαφανῶν ἐν αὐλαῖς βασιλικαῖς (τινὲς δὲ τοῦτον τὸν Ἀμβρόσιον ἔφασαν οἱ μὲν Μαρκιωνιστήν, οἱ δὲ Σαβελλιανόν) κατήχησε γοῦν τὸν αὐτὸν ἀπὸ τῆς αἱρέσεως ἐκκλῖναι καὶ ἀναθεματίσαι καὶ τὴν πίστιν ἀναδέξασθαι τῆς ἀγίας θεοῦ ἐκκλησίας· ἦν γὰρ τότε ὁ αὐτὸς Ὠριγένης τῆς ὀρθῆς καὶ καθολικῆς πίστεως.

ὁ δὲ προειρημένος Ἀμβρόσιος ἐπειδὴ ἀπὸ ἄλλης αἱρέσεως

8 Psal. 49, 16; vgl. Origenes selbst zu dieser Stelle Sel. in psalmos XII 348 Lommatzsch ὅτι οὐ δεῖ ἁμαρτάνοντα ἐν διδασκάλου προκαθέζεσθαι τάζει — 15 anders Eusebius h. e. VI 18, 1; S. 556, 9 Schwartz Ἀμβρόσιος τὰ τῆς Οὐαλεντίνου φρονῶν αἱρέσεως πρὸς τῆς ὑπὸ Ὠριγένους πρεσβευομένης ἀληθείας ἀλεγχθείς, dagegen üvereinstimmen (viell. weil aus Epiph. schöpfend) Hieronymus de vir ill. 56 Ambrosius primum Marcionites, dein ab Origene correctus; beides verbunden bei Suidas s. v. Ὠριγένης ΙΙ, 1; 1277, 20f Bernhardy Ἀμβρόσιος .., ὃς. . . ἀπέστη τῆς Οὐαλεντίνου καὶ Μαρκίωνος αἱρέσεως — 19 vgl. Eusebius h. e. VI 23, 1f; S. 568, 22ff Schwartz ἐξ ἐκείνουδὲ καὶ Ὠριγένει τῶν εἰς τὰς θείας γραφὰς ὑπομνημάτων ἐγίνετο ἀρχή, Ἀμβροσίου παρορμῶντος αὐτὸν μυρίαις ἅσαις οὐ προτροπαῖς ταῖς διὰ λόγων καὶ παρακλήσεσιν αὐνον, ἀλλὰ καὶ ἀφθονωτάταις τῶν ἐπιτηδείων χορηγίαις. ταχυγράφοι τε γὰρ αὐτῷ πλείους ἢ ἑπτὰ τὸν ἀριθμὴν παρῆσαν ὑπαγορεύοντι, χρόνοις τεταγμένοις ἀλλήλους ἀμείβοντες, βιβλιογράφοι τε οὐχ ἥττους

[*](ΜU 4–12 Georg. mon. (stark verkürzt))[*](1 καὶ] ergänze wohl <ἐν ἐκκλησίᾳ γενόμενος> * 2f ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν Georg.] <MU 4 προτρεπόμενοι U |οὖν < U 5 τηνικαπῦτα U 7 τὸ 1] τὸν U 8 εἰπὼν U 11 τῶν < U 13 vor μετὰ + καὶ U 16 Σαβέλλιον Μ 17 ἀναλέξασθαι U 18 f ἦν γὰρ—πίστεως < U 19 Πίστεως *] ἐκκλησίας Μ | ἄλλης] πολλῆς U)
406

ὑπῆρχε καὶ <οἶα> ἀνὴρ λόγιος καὶ σπουδαῖος περὶ τὰς [θείας] ἀναγνώσεις τῶν θείων γραφῶν, γραφῶν, διὰ τὴν ἐν ταῖς θείαις βίβλοις βαθύτητα τῶν νοημάτων ἠξίωσε τὸν αὐτὸν Ὠριγένην φράσαι αὐτῷ.