Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τί οὖν αἱ γραφαὶ συνᾴδουσι τούτοις, ἐπικρατύνουσαι πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος τὸν ἄνθρωπον, φραστέον. ταῦτα γὰρ ἐάν τις οἷός τε ᾖ, μὴ παρακόπτων τοῦ δέοντος, ἀκριβῶς νοεῖν, εἴσεται τὴν ἀνάστασιν ἐπὶ τούτου μὴ χρῆναι παραλαμβάνεσθαι τοῦ σώματος, ἄτε ἀδυνατοῦντος ἀτρέπτου δι᾿ αἰῶνος μένειν, ἀλλὰ ἐπὶ τοῦ πνευματικοῦ, ἐν ᾧ αὐτὸς ὁ καὶ νῦν ἐν τούτῳ διασῳζό- | μενος χαρακτὴρ τηρηθήσεται, ἵν᾿ ἕκαστος ἡμῶν καὶ κατὰ τὴν μορφὴν ὁ αὐτὸς ᾗ, παθάπερ ἐλέχθη καὶ Ὠριγένει.

οὕτω γὰρ ἐκεῖνος ἔσεσθαι τί- θεται τὴν ἀνάστασιν. ῥευστοῦ γὰρ ὄντος τοῦ σώματος τοῦ ὑλικοῦ καὶ μηδέποτε μένοντος ἐφ᾿ ἑαυτῷ κἂν τὸ βραχύ, ἀλλὰ προσγι<γ> νομένου καὶ νομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὸν ἄνθρωπον, ὑφ᾿ οὗ καὶ συγκρα- [*](M U (hinter ἀνάγκη Ζ.23 — ß von f. 117r — Quaternionenversetzung; vgl. TU B. 36 H. 2 S. 47) S) [*](1 καὶ4 < U 6 τῆς < U 7 ἐπιδεικνύμενος + εἰς αὐτὸν Μ | vor + εἰσὶ U 8 ἀκόλουθα *, nach S das Folgende] ἀναθεωρῶν Μ U | λείπεται] es ist ihm ötig S 9 πρὸς τοῖς εἰρημένοις < S 10 ἕνα Μ | < ἔχουσα, > *, nach S äßig seiend, so auch | ὁ λόγος οὗτος *] ὁ λόγος ἑαυτοῦ MU diese Verhandlung S 11 <συμμετρίαν> * | <συμμετρίαν> λαβὼν — κατε- σκευασμένος] ganz äßig werde S | ὅλως U | ἀλλὰ] * 12 εἰς σχῆμα] zur üte u. Gestalt S | γραφαὶ + <λέγουσι > 11. dann συνᾴδουσαι? * 13 πρὸς συμπλήρωσιν διαγωγῆς κρείττονος] zu besserem Wandel S 14 φραστέον] πλαστέον Μ | ταῦτας(!) U | παρακόπτων] lies παραπίπτων? * 15 τοῦ δέοντος] das ändnis S | ἀκριβῶς < S 16 ἅτε] ἀπ᾿ Μ 17 vor αὐτὸς + ὁ 18 ἕκαστος] ἔκδετος Μ 19 Ὠριγένη Μ 21 ἐὰν τὸ βραχὺ] auch nicht eine kleine Stunde S | τὸ] τῶ Μ 22 χαρακτηριάζον Μ)

428
τεῖται τὸ σχῆμα, ἀνάγκή, φησί, τὴν ἀναστασιν ἐπὶ μόνου τοῦ εἴδους φῴζεσθαι δεῖν προσδοκᾶν.

καὶ ἵνα μὴ εἴπῃς ὅτι οὐ μανθάνω· σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν, ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι.

ἤδη γὰρ πάντως ἑώρακας δέρμα αῴου η ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οὗον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς κὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι.

φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ τοιοῦτο ἀνάγκη φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρότερον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περὶ ὅ εἰσρεῖ καὶ ἀπορρεὶ τὸ ὕδωρ.

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται, καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῆ, τοῖς ἐφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωτον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις· ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν αὐτῷ τῶν πρῶτον ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ’ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν > ἀεὶ δικσῳζόμενον ἐν ἡμῖν καὶ μένον. ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὑδωρ ἐπὶ τῆς εἰκόνς, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.