Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

13. Kαὶ μετὰ ταύτας τὰς ἀπορίας ἐπὶ τὸ πάντα εἶναι δυνατὰ τῷ θεῷ καταφεύγουσι καὶ λέξεις τῶν γραφῶν δυναμένας κατὰ τὴν πρόχειρον ἐκδοχὴν ὑποβάλλειν τὸ νοούμενον αὐτοῖς προφέρονται·

οἷον ἐν τῷ Ἰεζεκιήλ »καὶ ἐγένετο ἐπ᾿ ἐμὲ χεὶρ κυρίου καὶ ἐξήγαγέ με ἐν πνεύματι καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων. καὶ περιήγαγέ με ἐπ᾿ αὐτὰ κυκλόθεν κύκλῳ. καὶ ἱδού, πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἱδού, αὐτὰ ξηρὰ λίαν. καὶ εἶπεν πρός με.

υἰὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὁστᾶ ταῦτα; καὶ εἶπον. κύριε ὁ θεός, σὺ ἐπίστασαι ταῦτα. καὶ εἶπε πρός με. προφήτευσον, υἱὲ ἀνθρώπου.

καὶ ἐρεῖς πρὸς αὐτά· τὰ ὀστέα τὰ ξηρὰ ταῦτα, ἀκούσατε λόγον κυρίου. τάδε λέγει Ἀδωαΐ κύριος τοῖς ὀστέοις τούτοις· ἰδού, ἐγὼ εἰσάγω εἰς ὐμᾶς πνεῦμα ζωῆς καὶ δώσω ἐφ᾿ ὑμᾶς νεῦρα καὶ ἐπάξω ἐφ᾿ ὑμᾶς σάρακας καὶ ἐκτενῶ ἐφ᾿ ὑμᾶς δέρμα καὶ δώσω τὸ πνεῦμά μου ἐφ᾿ ὑμᾶς καὶ ζήσεσθαε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι κύριος«.