Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

οὕτι πιστικόν, ἀλλὰ συλλογιστικὸν πᾶν ὁτιοῦν εἰς καταστροφὴν τῶν αὐτῷ πεισθέντων *, ἐν τῶν κατὰ φύσιν ἡμῖν συμβαινόντων ἀνατρέψαι ἐπειράθη τῆς αὐτῆς ἀναστάσεως ἡμῶν ἐν ἀληθείᾳ ἐλπίδος τὴν ὁμολογίαν.

Ἐγὼ δὲ τῶν καλῶς ἤδη κεκμηκότων καὶ δικαιότατα ἀνατρεφάντων τὴν πᾶσαν αὐτοῦ ἐπιενομημένην ῥητορικὴν κακουρίαν μὴ ἐν τόλμῃ καλλίων βουλόμενος εἶναι. οἷα δὴ βραχὺς ὑπάρχων, ἀρκεσθῆναι ἐνόμισα καλῶς ἔχειν τοῖς ὑπὸ τοῦ μακαρίτου Μεθοδίου εἰς τὸν περὶ τῆς ἀναστάσεως λόγον κατὰ τοῦ αὐτοῦ Ὠργένους εἰρημένοις, ἅτινα ἐνταῦθα κατὰ λέξιν παραθήσομαι. καὶ ἔστι τὰ ὑπὸ Μεθοδίου οὕτως, ὡς καὶ αὐτὸς ἐτάξατο·

[*](11 Psal. 1,5)[*](M U Method. (bis Z. 6))[*](2 τὰς]ταῖς Μ 3 ἀναγκάζονται ΜU 4 τὰ αἵματα αὐτῶν]τὰ αὐτὰ αἵματα Μethod. | συναγαγεῖν Μethod. (in M) | τὰ πολλάκις ἀπεκκριθέντα] ἃ πολλάκις ἀπεκκριθῆναι (ἀποκριθῆναι in U). . . συνέβη Μethod. | ἀπεκκριθέντα] ἀποκριθέντα M ἀποκκριθέντα U 5f καὶ τὰς — ὕλην < Μethod. 5 <εἰς> Pet. 6 τὸ] τὰ U τῶ Method. | ἡμῶν <Μethod.slav. | ἀναστήσεσθαι Method. 9 αὐτῶν U 10 * etwa <ληρώδη>* 12 <κατὰ>* 17 * etwa <προφέρων>* 18 ἐπειράθη] περιθεὶς Μ | vor τῆς αὐτῆς + τὴν Μ 20 δικαιώτατα U 22 καλλίω Μ 23 μακαριστοῦ Μ 24 f εἰρημένους Μ 25 τὰ] τὸ Μ 26 ἔταξα Μ)
421
  • Τῶν Ὠριγένους ἐπιτομὴ ἐκ τῶν Μεθοδίου.
  • 12. Ἐντεῦρεν οἱ ἁπλούτεροι τῶν πεπιστερυκότων ὁρμώμενοι νομίζουσι τοὺς ἀσεβεῖς τῆς ἀναστάσεως μὴ τεύξεσθαι *, τί νοοῦντες τὴν ἀνάστασιν *.

    κἂν γὰρ δοκῶσι περὶ τούτων ἀποφαίνεσθαι, ἡ βάσανος αὐτοὺς διελέγξει, τὰ ἑξῆς ἀκολούθως σᾠξειν μὴ δυναμένους, *.

    ἐὰν οὖν πυνθανώμεθα αὐτῶν, τῶν, τίνος ἡ ἀ(??)άστασις γίνεται, ἀποκρίνοννται ὅτι τῶν σωμάτων ἃ νῦν περικείμεθα. εἶτα προσεπερωτησάντων ἡμῶν· πότερον τῆς οὐσίας ὅλης ἢ οὐχί, πρὶν βασανίσαι λέγουσιν ὅτι ὅης.