Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅταν δὲ Χριστὸν ἕτερον παρὰ τὸν ἐλθόντα οἱ υἱοὶ Ἰσραὴλ προσδοκήσωσιν, ἀκούσωσιν »ἐγὼ ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα« καί »ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ«, τὸ ἄλφα τὸ κάτω βλέπον καὶ τὸ ὦ τὸ ἄνω βλέπον, ἵνα πληρωθῇ τὸ εἰρημένον »ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου«.

καὶ ἵνα ὅταν <τὶς> νοιμίσῃ διὰ τὸ εἰρηκέναι »ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα« καί »ἐγώ εἰμι τὸ ἄλφα καὶ ἐγώ εἰμι τὸ ὦ« καί »κύριος ὁ θεός σου κύριος εἶς ἐστι« καὶ ὅτι »ἐγώ εἰμι ὁ ὤν« *, ἵνα μή τις ἀρνήσηται τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα,

διὰ τοῦτό φησιν »ὁ πατήρ μου μείζων μου ἐστί« καί »ἵνα σὲ γινώσκωσι τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν εἀπέστειλας Ιησοῦν Χριστόν«· οὐχ ὅτι οὐκ ἔστιν ὁ υἱὸς ἀληθινὸς θεός, ἀλλ᾿ ἵνα εἰς μίαν ἑνότητα ἀγάγῃ τὴν τῆς τριάδος ὀνομασίαν καὶ ἐκκλείσῃ τὴν διάνοιαν τῶν ἀθρώπων ἀπὸ πολυθεΐας εἰς μίαν θεότητα.

8. Ἐὰν δὲ νομίσῃ ὁ πλανηθεὶς τὴν διάνοιαν Ἄρειος τὸν ἕνα μόνον λέγεσθαι ἀληθινὸν θεὸν τουτέστι τὸν πατέρα, τὸν δὲ υἱὸν θεὸν μὲν εἶναι, οὐκ ἀληθινὸν δέ, πάλιν ἑτέρως τὸν τοιοῦτον διελέγχει, λέγων »ἐγώ εἰμι τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, περὶ δὲ τοῦ πατρὸς ὄτι »φῶς ὁ θεός«·

καὶ οὐκ εἶπε »φῶς ἀληθινόν«, ἵνα ἐκ τοῦ »θεὸν ἀληθινόν« καὶ »φῶς ἀληθινόν« τὴν ἴσην θεότητα πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα νοήσωμεν καὶ * ἀπὸ τοῦ τὸν πατέρα φῶς εἶναι καὶ τὸν υἱὸν θεὸν εἶναι, μὴ ἐπικεῖσθαι δὲ ἐνταῦθα ἀληθινόν.

οὐ γὰρ ἦν χρεία εἰπεῖν, μηδεμιᾶς ἀμφιλογίας οὔσης· ἀπὸ γὰρ τοῦ »θεός« καὶ »φῶς« ἡ μία τελειότης τῆς αὐτῆς γνησιότητος, πατρὸς πρὸς τὸν υἱὸν καὶ υἱοῦ πρὸς τὸν πατέρα, σαφῶς ἀπεφάνθη·

καὶ διαλέλυταί σου ἡ πᾶσα [*](1 Deut. 6,4 – 3 Jes. 41, 4; 44,6 – 4 Apok. 1,8 – 5 Eph. 4, 10; 1, 21 – 8 Jes. 41, 4; 44, 6 Apok. 1,8 – 9 Deut. 6,4 – 10 Ex. 3, 14 – 11ff vgl. Ancor. 2, 4ff; I 7, 20ff – 11 Joh. 14, 28 – 12 Joh. 17,3 16ff vgl. Ancoratus 4, 1ff; I 9,20ff Panrion h. 69, 32 – 19 Joh. 8, 12; 1, 9 – 20 I Joh. 1,5) [*](M U) [*](2 κύριος <U | οἱ <U 5 βλέπων Μ βλεπον ω U 6 καὶ1 <U 7 <τις> * 9 κύριος2 <U 10 * etwa <τὸν πατέρα μόνον εἶναι ἀληθινὸν θεόν, ἡ ἀλήθεια δειχθῇ> * | υἱὸν] Χριστὸν Μ 11 μείζον Μ 12 nach γινώσκωσι noch einmal + σε U 15 vor τῶν ἀνθρώπων + ἀπὸ Μ 16 Ἄρειος <Μ 18 εἶναι *] ὄντα Μ U | ἐλέγχει U 21 καὶ1 <U | ἵνα ἐκ τοῦ θεὸν ἀληθινὸν <Μ 23 * <μὴ πλανηθῶμεν> * 23f εἶναι] λέγεσθαι? * 24 vor ἀληθινὸν + ἠ(!) Μ 25 θεοῦ U 27 σαφῶς] τὸ φῶς Μ)

398
τῆς πλάνης φρενοβλάβεια. ἔστι γὰρ πατὴρ πατήρ, ἔστιν υἱὸς υἱός, ἔστιν ἅγιον πνεῦμα ἅγιον πνεῦμα, τριὰς οὖσα, μία θεότης μία δοξαλογία μία κυριότης <εἶς θεός>, ᾦ δόξα, τιμὴ καὶ κράτος πατρὶ ἐν υἱῷ, υἱῷ ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι εἰς αἰνας αἰώνων, ἀμήν.

Ταύτην δὲ πάλιν τὴν αἵρεσιν ὡσπερεὶ λίβυν ἢ μόλουρον ἢ ἔλοπα ἢ ἕν τι τῶν ἑρπετῶν τῶν φοβερωωτάτων, οὐ μὴν δὲ δυναμένων διὰ δηγμάτων βλάπτειν ἀποσεισάμενοι καὶ δυνάμει τῆς ἁγίας τριάδος καταπεπατκότες, ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες αὐτὸν ἐπικαλεσώμεθα ἀρωγὸν τῆς ἡμετέρας πενίας τε καὶ βραχύτητος, <ὅπως > εἰς τὸ ἀξίως τὰ παῤ ἑκάστῃ λεγόμενά τε καὶ γινόμενα * καὶ τὴν τούτων ἀντίρρησιν ποιήσασθαι βοηθηθῶμεν.