Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Ἔφφη γὰρ ως ἀληθῶς »ἐγώ εἰμι ὁ πρῶτος καὶ ἐγώ εἰμι ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος«.

ὡς ἀληθῶς γὰρ οὔκ εἰσὶ πολλοὶ θεοί, ἀλλὰ εἶς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦημα, οὐ συναλοιφὴ οὖσα ἡ τριὰς οὐδὲ διῃρημένη τῆς ἑαυτῆς ταυτότητος, ἀλλὰ πατὴρ γεννήσας ἀληθῶς υἱὸν καὶ υἱὸς ἀληθῶς γεννηθεὶς ἐκ πατρὸς ἐνυπόστατος ἀνάρχως καὶ ἀχρόνως καὶ πνεῦμα ἅγιον ἀληθῶς ἐκ πατρὸς καὶ υἱοῦ, τῆς αὐτῆς θεότητος, ἐκ [*](3–8 Jes. 42, 1–4; (Matth. 12, 18–20) –10ff vgl. Ancoratus c. 17, 6; I 26, 13ff – 10 Psal. 109, 1 – 12 vgl. Mark. 16, 19 – 15 Act. 1, 11 – 19 Act. 7,56 – 24 Jes. 44, 6) [*](M U) [*](1 πατρὸς + δὲ U 8 δὴ <Μ | δύναται U | vor ἔχειν + μὴ Μ 9 αὐτοῦ U 12 πῶς *] ὡς Μ U 15 εἰπόντες] τοὺς εἰπόντας Μ 16 ὁ <U 19 ῥῶ + ἐγὼ U 25 ἐμοῦ] μου U 26 ἀλλ᾿ U 27 συναλειφῆ Μ συναλιφὴ U | ἡ <Μ 28 ἀληθῶς γεννήσας U 29 καὶ1 <Μ)

396
πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, <ἐνυπόστατον> ἀεί, »εἶς θεὸς ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα«.

ἄλλης δὲ πάλιν ἕνεκα οἰκονομίας καὶ ἀπὸ προσώπου αὐτοῦ τοῦ Χριστοῦ ᾄδεται οὕτως, ἐπειδὴ πάλαι πολλάκις ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πέφηνεν ἐν τοῖς προφήταις καὶ κατήγγειλε τὴν ἑαυτοῦ παρουσίαν ἔσεσθαι, τινὲς δὲ αὐτὸν οὐκ ἐδέξαντο, προσδοκῶντες ἕτερον ἀντ᾿ αὐτοῦ·

καὶ πρὸς μὲν τοὺς δειλσιδαίμονας τῶν εἰδώλων καὶ πολυθεΐαν τῷ κόσμῳ εἰσαγηοχότας, ἵνα μὴ ἐκπλαγέντες οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐκτραπέντες τὰ εἴδωλα τῶν Ἀμορραίων καὶ Χετταίων καὶ Χαναναίων καὶ Φερεζαίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἰεβουσαίων καὶ Ἀρουκαίων καὶ Ἀσαναίων προσκυνήσωσιν, ὡς καὶ αὐτοῖς προεφητεύετο.

προσεκύνησαν γὰρ τῷ Βεελφεγὼρ καὶ τῷ Χαμῶς καὶ τῇ Ἀστάρτῃ καὶ τοῖς Μαζουρὼθ καὶ τοῖς νεασθὼ καὶ τῷ Βααλζεβὰθ καὶ τοῖς λοιποῖς εἰδώλοις τῶν ἐθνῶν. διὸ καὶ ἔλεγεν αὐτοῖς ὁ κύριος »ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα«, ἵνα αὐτοὺς ἀποστρέψῃ τῆς τῶν ἐθνομύθων πλάνης τῶν προσκυνούντων τὴν πολυθεΐαν.