Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὡσαύτως δὲ »ἀπελθόντες, <φησί>, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«. μέσων δὲ τιθεμένων τῶν συνδέσμων, τουτέστιν τῆς συλλαβῆς τοῦ »καί« ἐλἐγχει τὸν Σαβέλλιον ματαίως τὴν συναλοιφὴν παρεισφέροντα ·

ὅπου γὰρ »καί« <τίθεται>, σημαίνει ἀληθῶς πατέρα, | ἀληθῶς υἱόν, ἀληθῶς ἄγιον πνεῦμα· ὁπότε δὲ ὁμόστοιχος ἡ τριὰς καὶ ἐν ἑνὶ ὀνόματι τριὰς καλουμένη, ἐλἐγχει τὸν Ἄρειον, ὑπόβασίν τινα διανοούμενον ἐν τῇ τριάδι ἢ ἀλλοἰωσιν ἢ παραλλαγήν.

κἂν τε γὰρ ὁ πατὴρ μέζων παρὰ υἱοῦ δοξάζοντος αὐτὸν ἀπαγγέλλεται, πρεπωδεστάτως τῷ υἱῷ τὴν <ἴσην> δόξαν περιποιεῖται. τίνι γὰρ ἔπρεπε δοξάζειν <τὸν> ἴδιον πατέρα ἀλλὰ τῷ γνησίῳ υἱῷ;

ὅταν δὲ πάλιν τὴν ἰσότητα βούλεται λέγειν, ἴνα μὴ ἐκπέσωσί τινες ἦσσόν πως περὶ υἱοῦ διανοούμενοι, οὕτως φησίν »ὁ μὴ τιμῶν τὸν υἱόν, ὡς τιμᾷ τὸν πατέρα, οὐκ ἔχει ζωὴν ἐν ἑαυτῷ« καί »πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστι«. τί δέ ἐστι »τὰ τοῦ πατρός« ἀλλά· »θεὸς ὁ πατήρ, θεός εἰμι· ζωὴ ὁ πατήρ, ζωή εἰμι· ἀεὶ ὁ πατήρ, ἀεί εἰμι· πάντα τὰ τοῦ πατρός μου ἐμά ἐστιν«;

5. Ὅρα δέ ὦ Σαβέλλιε, καὶ κατανόει· διάνοιξον τὰ ὄμματα τῆς καρδίας σου καὶ μὴ ἀβλέπτει. συνελθέτω ἡ διάνοιά σου καὶ τῶν ὑπὸ σοῦ ἠπατημένων Ἰωάννῃ τῷ ἁγίῳ εἰς τὸν Ἰορδάνην.

ἄνοιγε τὰ ὦτά σου καὶ ἄκουε τῆς φωνῆς τοῦ προφήτου λέγοντος »ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, ἄκουε τοῦ προδρόμου κυρίου, τοῦ ἀγγέλου καταξιωθέντος ὀνομασθῆναι, τοῦ ἀπὶ κοιλίας μητρὸς λαβόντος πνεῦμα ἅγιον καὶ σκιρτήσαντος τῇ πρὸς Ἐλισάβετ εἰσόδῳ τῆς Μαρίας·

ὅς [*](4 Matth. 28, 19 — 11ff vgl. Ancoratus c. 17, 4; I 25, 33ff — 12 vgl. Joh. 14, 28 — 14ff vgl. Ancoratus c. 10, 7f; I 18, 18 ff — 16 vgl. Joh 5, 23f — 17 vgl. Matth. 11, 27 — 24 Jes. 40, 3 — 25 Mal. 3, 1 — 26 Luk. 1, 15 — 27 Luk. 1, 44) [*](M U) [*](1 <οἱ δύο> *, vgl. Z. 3 | τῷ . . . τῷ *] τὸ . . . τὸ ΜU 2 τὸν1 <Μ 4 <φησί> * 5 τὸ <Μ | τοῦ2 < Μ | τοῦ3 <Μ 6 μέσον? * | συνδέσμων] ἄρθρων U | τουτέστιν < U 7 τοῦ + τοῦ καὶ τοῦ U | ματαίως] Ματθαῖος U | συνλειφὴν Μ συναλιφὴν U 8<τίθεται> * 12 δοξάζοντος αὐτὸν *] δογματιζόμενος ΜU 13 <ἴσῃν> * 14 <τὸν>* 15 πως *] ὡς ΜU 19 ἀεὶ ὁ — εἰμι <U 21 τὸ ὄμμα U 22 ἀβλέπτης Μ 27 πρὸς Ἐλισάβετ <U | ὅς] ὡς Μ)

394
ἔγνω ἔτι ἐν κοιλίᾳ ὑπάρχων εἴσοδον τοῦ ἰδίου δεσπότου καὶ ἐσκίρτα· ᾦ ἐδόθη τὸ μήνυμα τοῦ προκηρύγματος καὶ ἡ ἑτοιμασία τῆς ὁδοῦ τοῦ κυρίου· πείσθητι αὐτῷ, καὶ οὐ διαπέσοις ἀπὸ τοῦ σκοποῦ τῆς ἀληθείας.

ἰδοὺ γὰρ αὐτὸς μαρτυρεῖ λέγων πρῶτον μέν, τὸν δεσπότην ἑαυτοῦ ἐπιγνούς, ὅτι »ἐγὼ σοῦ χρείαν ἔχω καὶ σὺ ἔρχῃ πρός με«, καὶ τοῦ σωτῆρος λέγοντος »ἄφες ἄρτι, ὅπως πληρωθῇ πᾶσα δικαιοσύνη«, καὶ αὐτοῦ βαπτισθέντος ὑπ᾿ αὐτοῦ, ὥς φησι τὸ θεῖον εὐαγγέλιον,

[ὅτι] »ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι ἠνοίχθησαν οἱ οὐρανοί, καὶ τεθέαμαι τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον καὶ ἐρχόμενον ἐπ᾿ αὐτόν. καὶ φωνὴ ἐκ τοῦ οὐρανοῦ, οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐφ᾿ ὃν ηὐδόκησα«.