Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὁ γοῦν ἀπόστολος ὁρῶν τὸ ἐπιζήμιον <τὸ> διὰ τῆς ἀκριβολογίας συμβαῖνον ἐπέτρεψε λέγων »εἰ δέ τις βούλεται <ἐκδοῦναι> τὴν ἑαυτοῦ παρθένον«, καὶ οὐκ εἶπε »τὴν ἰδίαν παρθενίαν« οὐ γὰρ περὶ τοῦ ἰδίου σώματος ἔλεγεν,

ἀλλὰ περὶ τοῦ πατρὸς φυλάσσοντος παρθένον· εἰ δὲ καὶ τὴν ἑαυτοῦ παρθένον τὸ ἴδιον σῶμα λέγει, οὐδὲν κωλύσει.

φηςὶν οὖν »<ὅς> ἕστηκεν ἑδραῖος ἐν τῷ ἰδίῳ νῷ καὶ τοῦτο ὀφείλει ποιῆσαι, γαμείτω, φηςίν, οὐχ ἁμαρτάνει. γα- [*](15f Deut. 7, 3 — 26 vgl. I Kor. 7, 36 — 30 vgl. I Kor. 7, 37. 36) [*](M U) [*](1 δικαιούμενοι + δὲ Μ | <ὅτι> * 5 ἁμαρτὲς] ἀβαρὲς U 8 παρθενεῦσαι U | βουλόμενος < Μ 14 τινα] τὴν U 16 ὁ < Μ τοὺς Ἰσραηλίτας] Ἰσραὴλ U 18 προσετάττετο U 21 τόπων Μ 25 <τὸ> * 27 <ἐκδοῦναι> * 29 παρθένον1] παρθενίαν U | καὶ < U 30 οὐδὲν κωλύει λέγει Μ | <ὅς> * |ἑδραίως U)

386
μείτω, ᾧ δ᾽ ἂν εὐποροίη, οὐχ ἁμαρτάνει". καὶ διὰ τοῦτό φησιν· "δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα". ὁ λέγων "θέλω πάντας εἶναι ὡς ἐμαυτόν" ἔλεγεν καί "εἰ οὐκ ἐγκρατεύονται, γαμείτωσαν".

Πάλιν δὲ προτρεπόμενος τοὺς ἀγγάμους ἔλεγε "λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ".

πῶς οὖν πάλιν ἔλεγε "δέδεσαι γυναικί, μὴ ζήτει λύσιν"; ἢ πῶς οὐκ ἀντινομοθετῶν εὑρεθήσεται τῷ ἰδίῳ κυρίῳ τῷ λέγοντι "ὃς μὴ καταλίπῃ πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα καὶ θυγατέρας, οὐκ ἔστι μου μαθητής";

πῶς δὲ ὁ λέγων ὅτι δεῖ καταλιπεῖν γυναῖκα σεμνὴν καὶ πατέρα αὐτὸς πάλιν λέγει "ὁ τιμῶν πατέρα καὶ μητέρα· αὕτη γάρ ἐστιν ἐν ἐπαγγελίαις πρώτη ἐντολὴ ὑπάρχουσα" καί "ὃ ὁ θεὸς συνέζευξεν,

ἄνθρωπος μὴ χωριζέτω"; ἀλλὰ πάντα τὰ θεῖα ῥήματα οὐκ ἀλληγορίας δεῖται ὡς ἔχει δυνάμεως, θεωρίας δὲ δεῖται καὶ αἰσθήσεως εἰς τὸ εἰδέναι ἑκάστης ὑποθέσεως τὴν δύναμιν.

δεῖ δὲ καὶ παραδόσει κεχρῆσθαι· οὐ γὰρ πάντα ἀπὸ τῆς θείας γραφῆς δύναται λαμβάνεσθαι. διὸ τὰ μὲν ἐν γραφαῖς, τὰ δὲ ἐν παραδόσεσιν παρέδωκαν οἱ ἅγιοι ἀπόστολοι, ὥς φησιν ὁ ἅγιος ἀπόστολος" ὡς παρέδωκα ὑμῖν" καὶ ἄλλοτε "οὕτως διδάσκω, καὶ οὕτως παρέδωκα ἐν ταῖς ἐκκλησίαις", καί "εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε".