Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ εἰ μὲν αὐτοὶ <οἱ> ἀποταξάμενοι καὶ ἀποστολικὸν βίον βιοῦντες μετὰ τῶν ἄλλων ἦσαν μεμιγμένοι, οὐκ ἀλλότριος ἦν ὁ χαρακτὴρ οὔτε ἀπὸ τῆς τοῦ θεοῦ διατάξεως ἀπεξενωμένος·

καὶ εἰ γυναιφὶν ἀπετάξαντο δἰ ἐγκράτειαν, ἐπαινετὴ ἦν ἡ προαίρεσις, εἴπερ τὸν γάμον οὐκ ἐβδελύξαντο, ἀλλὰ τοῖς ἔτι ἐν γάμῳ <οὖσιν> κοινωνοῖς ἐχρήσαντο [ἄν], εἰδότες ἑκάστου τὸ μέτρον καὶ τὴν τάξιν.

ἡ γὰρ τοῦ θεοῦ ναῦς πάντα ἐπιβάτην δέχεται, δίχα λῃστοῦ· γνοῦσα γὰρ λῃστὴν καὶ πειρατὴν τοῦτον οὐκ εἰσδέχεται οὐδὲ φυγάδα καὶ ἀπὸ τῶν ἰδίων δεσποτῶν ἀφηνιάζοντα.

οὕτω καὶ ἡ ἁγία τοῦ θεοῦ ἐκκληςία οὐ δέχεται πορνείαν, οὐ δέχεται μοιχείαν, οὐ δέχεται ἐπαρνησιθεΐαν, οὐ δέχεται τοὺς ἀθετοῦντας τὴν δεσποτείαν τῆς τοῦ θεοῦ διατάξεως καὶ τῶν αὐτοῦ ἀποστόλων,

δέχεται δὲ τὸν μὲν μεγάλῃ πραγματείᾳ, τὸν δὲ ἐν ἐμπειρίᾳ ναυτικῶν, τὸν δὲ κυβερνήτην καὶ * ἐπιστήμονα, τὸν δὲ ἐν πρῳρικῇ, τὸν δὲ ἐν πρυμνικῇ , ἔχοντα τὸ ἐμπειρότατον τῆς ἐπισκοπῆς. τὸν δὲ καὶ ἐν μέτρῳ τινὶ ὑποστάσεως καὶ ἐνθήκης ὄντα, τὸν δὲ καὶ ἕως τοῦ διαπερᾶσαι μόνον καὶ μὴ ἐν θαλάσςῃ καταποντωθῆναι.