Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ ταῦτα πρὸς Ζήνωνα καὶ τοὺς Στωϊκούς μοι λελέχθω. Πλάτων δὲ ἅμα καὶ αὐτὸς κατὰ τὰ αὐτὰ φερόμενος, τῇ μετενσωματώσει καὶ μεταγγισμῷ τῶν ψυχῶν καὶ πολυθείαις καὶ ταῖς ἄλλαις εἰδωλολατρείαις καὶ δεισιδαιμονίαις *, οὐ περὶ τῆς ὕλης πάντῃ ἴσως κατὰ Ζήνωνα καὶ τοὺς Στωϊκοὺς ἐφρόνησεν.

οἶδεν γὰρ αὐτὸς θεόν , τὰ δὲ γεγενημένα πάντα ἐκ τοῦ ὄντος θεοῦ γεγενῆσθαι· εἶναι δὲ πρῶτον αἴτιον καὶ δεύτερον καὶ τρίτον· καὶ τὸ μὲν πρῶτον αἴτιον θεόν, τὸ δὲ δεύτερον αἴτιον ἐκ θεοῦ γεγενῆσθαι * τινὰς δυνάμεις, δέ αὐτοῦ δὲ καὶ τῶν δυνάμεων γεγενῆσθαι τὴν ὕλην.