Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν΄τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὁπάρχει πάςῃ ψυχῇ

ἢ [τὸ] διὰ τούτου ἐνάρετον γενέσθαι <ἔστι> μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μη ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε ἐν ψεύδει, ἀλλὰ »ναὶ ναί«καὶ »οὒ οὒ« λέγειν, μὴ δολιεύεσθαι μὴ διαβάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι.

ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· »ὡς, γάρ φησίν, ὁ πάσσαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος«.

καὶ ὅτι ἐκ τοῦ πλήθους πάντὸς <τινὲς> καὶ μέθυσοι καὶ ἔμποροι καὶ πλενεέκται καὶ τοκισταὶ *, καὶ πάντως ὅτι <καὶ αὐτοὶ> τὰ τοιαῦτα ἔχουσι καὶ τὰ τούτοις ὅμοις, <καὶ> ὅτι καὶ ψεύσματα ἑκάστῳ αὐτῶν παρακολουθεῖ.

πῶς οὖν δύνανται ἑαυτοὺς Καθαροὺς ἀποκαλεῖν, <ὡς> διὰ τῆς μιᾶς ὑποθέσεως τῆς πάσης κατὰ θεὸν πραγματείας περὶ πάντων τῶν σφαλμάτων ἀσφαλιζομένης; οὐκ ἔγνωσαν δὲ οὗτοι τὰ ἀκριβῆ τοῦ κηρύγματος αὐδὲ τίνι ἀφώρισε τὸ ἀκρίβασμα τοῦτο τῆς διγαμίας.

Ἀλλὰ καὶ οἱ ἀπὸ τοῦ διωγμοῦ παραπεπτωκότες καὶ αὐτοὶ ἐὰν ἐνδείζωνται τε λείαν τὴν μετάνοιαν, ἐν σάκκῳ καὶ σποδῷ καθεσθέντες καὶ κλαύσαντες ἐνώπιον κυρίου, δυνατός ἐστιν ὁ εὐεργέτης καὶ αὐτοὺς ἐλεῆσαι· οὐ γάρ τι φαῦλον γίνεται ἀπὸ μετανοίας.