Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

7. Πολλὴ δὲ ἄνοια τῶν τοιούτων νομιζόντων διὰ ἕν΄τι, εἰ καὶ ἦν ἀληθές, περὶ παντὸς τοῦ λαοῦ τὸ κρίμα οὕτως φέρειν. ἔδει δὲ γνῶναι ὅτι οὐ περὶ τῆς ὑποθέσεως ταύτης μόνον τὸ ἔγκλημα ὁπάρχει πάςῃ ψυχῇ

ἢ [τὸ] διὰ τούτου ἐνάρετον γενέσθαι <ἔστι> μόνον, ἀλλὰ καὶ τῷ μὴ λοιδορεῖν, μη ὀμνύναι ὅρκον μήτε ἐν ἀληθείᾳ μήτε ἐν ψεύδει, ἀλλὰ »ναὶ ναί«καὶ »οὒ οὒ« λέγειν, μὴ δολιεύεσθαι μὴ διαβάλλειν μὴ κλέπτειν μὴ ἐμπορεύεσθαι.

ἐκ τούτων γὰρ πάντων συνάγεται ἡμῖν τὰ ῥύπη τῶν ἁμαρτημάτων· »ὡς, γάρ φησίν, ὁ πάσσαλος ἀνὰ μέσον δύο λίθων συντριβήσεται, οὕτως ἡ ἁμαρτία ἀνὰ μέσον ἀγοράζοντος καὶ πωλοῦντος«.