Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

τὸ πρεπωδέστατον γὰρ ἀεὶ ἡ ἐκκλησία <ἐφ>ορῶσα ἁγίῳ πνεύματι εὖ διαταχθεῖσα ἔγνω »ἀπερισπάστως« θεῷ τὰς λατρείας ἐπιτελεῖσθαι σπουδάζειν καὶ τὰ πνευματικὰ τῶν χρειῶν μετὰ πάσης εὐνουστάτης συνειδήσεως τελειοῦσθαι.

φημὶ δὲ ὅτι πρέπον ἐστὶ διὰ τὰ ἐξαπίνης λειτουργίας καὶ χρείας σχολάζειν τὸν πρεσβύτερον καὶ διάκονον καὶ ἐπίσκοπον θεῷ.

εἰ γὰρ καὶ τοῖς ἀπὸ τοῦ λαοῦ προστάσσει ὁ ἅγιος ἀπόστολος λέγων, ἵνα »πρὸς καιρὸν σχολάσωσι τῇ προσευχῇ«, πόσῳ γε μᾶλλον τῷ ἱερεῖ τὸ αὐτὸ προστάσσει; τὸ ἀπερίσπαστον δὲ λέγω εἰς τὸ σσολάξειν τῇ κατὰ θεὸν ἐν ταῖς χρείαις ταῖς πνευματικαῖς τελεσιουργουμένῃ ἱερωσύνῃ.

ἔξεστι δὲ <ἐπὶ> τῷ λαῷ <τοῦτο> δι᾿ ἀσθένειαν διαβαστάζεσθαι καὶ <τοὺς> μὴ δυνηθέντας ἐπὶ τῇ πρώτῃ γαμετῇ στῆναιδευτέρᾳ μετὰ θάνατον τῆς πρώτης συναφθῆναι.

καὶ ὁ μὲν μίαν ἐσχηκὼς ἐν ἐπαίνῳ μείζονι καὶ τιμῇ παρὰ πᾶσιν ἐκκλησιαζομένοις ἐνυπάρχει, τὸν δὲ μὴ δυνηθέντα τῇ μιᾷ ἀρκεσθῆναι τελευτησάσῃ <ἢ> ἕνεκέν τινος προφάσεως, ἢ πορνείας ἢ μοιχείας ἢ ἄλλης αἰτίας, χωρισμοῦ γενομένου συναφθέντα δευτέρᾳ γυναικὶ ἢ γυναῖκα δευτέρῳ ἀνδρί, οὐκ αἰτιᾶται ὁ θεῖος λόγος οὐδὲ ἀπὸ τῆς [*](4 vgl. I Kor. 7,35 –9 I Kor. 7, 5 – 12ff vgl. Hermas mand. IV 4, 1 f ἐὰν γυνή, φημί, κύριε, ἢ πάλιν ἀνήρ τις κοιμηθῇ καὶ γαμήσῌ τις ἐξ αὐτῶν, μήτι ἁμαρτάνει ὁ γαμῶν; οὐχ ἁμαρτάνει, φησίν· ἐὰν δὲ ἐφ᾿ ἑαυτῷ μείνῃ τις, περισσοτέραν ἑαυτῷ τιμὴν καὶ μεγάλην δόξαν περιποιεῖοαι πρὸς τὸν κύριον Clemens Al strom. III82,4; II233,25ff Stählin καὶ εἴ τιλνι ὁ ἀπόστολος δι᾿ ἀκρασίαν καὶ πύρωσιν κατὰ συγγνώμην δευτέρου ΄μεταδίδωσι γάμου, ἐπεὶ καὶ οὖτος οὐχ ἁμαρτάνει μὲν κατὰ διαθήκην (οὐ γὰρ κεκώλυται πρὸς τοῦ νόμου), οὐ πληροῖ δὲ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας τὴν κατ᾿ ἐπίτασιν τελειότητα· δόξαν δὲ αὑτῷ ο᾿/υράνιον περιποιεῖ μείνας ἐφ᾿ ἑαυτοῦ καὶ τὴν διαλυθεῖσαν θανάτῳ συζυγίαν ἄχραντον φυλάσσων, vgl. auch zu S. 370, 17ff – 19f strenger Laodicea can. 1 περὶ τοῦ δεῖν κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα τὸυς ἐλευθέρως καὶ νομίμως συνφθέντας δευτέροις γάμοις, μὴ λαθρογαμίαν ποιήσαντας, ὀλίγου χρόνου παρελθόντος καὶ σχολασάντων ταῖς προσευχαῖς καὶ νηστείαις κατὰ συγγνώμην ἀποδίδοσθαι αὐτοῖς τὴν κοινωνίαν ὡρίσαμεν Basilius ep. 188 can. 4; Migne 32, 673A περὶ τριγάμων . . . τὸν αὐτὸν ὥρισαν κανόνα ὅν καὶ ἐπὶ τῶν διγάμων ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγ΄λαμων, ἄλλοι δὲ δύο ἔτη) [*](Μ U) [*](1 γίνεται <U 3 πρεπηδέστατον Μ πρεπωδέστερον U | <ἐφ>ορῶσα * 4 ἀπερισπάστους U 5 χρεῶν Μ 11 τῇ <U | ἐν <Μ 12 <ἐπὶ> * 13 <τοῦτο> * | <τοὺς> * δυνηθέντα Μ 16 τὸν μὴ δυνηθέντα *] ὁ δὲ μὴ δυνηθεὶς Μ U 17 <ἢ> Pet. | ἢ <U 18 ἄλλης *] κακῆς Μ U 19 γυναῖκα *] γυνὴ Μ U)

369
έκκλησίας καὶ τῆς ζωῆς ἀποκηρύττει, ἀλλὰ διαβαστάζει διὰ τὸ ἀσθενές·

οὐχ ἵνα δύο γυναῖκας ἐπὶ τὸ αὐτὸ σχῇ ἔτι περιούσης μιᾶς, ἀλλ’ <ἵνα> ἀπὸ μιᾶς ἀποσχισθεὶς δευτέρᾳ, εἰ τύχοι, ἐννόμως συναφθῇ, ἐλεεῖ τοῦτον ὁ ἅγιος λόγος καὶ ἡ ἁγία θεοῦ ἐκκλησίας, μάλιστα εἰ τυγχάνει ὁ τοιοῦτος τὰ ἄλλα εὐλαβὴς καὶ κατὰ νόμον θεοῦ πολιτευόμενος.