Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ γὰρ ἂν ἔλεγεν ὁ ἀπόστολος ταῖς χήραις »γαμείτωσαν τεκνογονείωσαν οἰκοδεσποτείτωσαν«, οὐδὲ πάλιν ἔλεγε τῷ ἀνδρὶ τῷ ἀνδρι τῷ τὴν γυναῖκα τοῦ πατρὸς ἔχοντι καὶ παραδοθέντι »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυριου« — οὐκ ἔλεγε πάλιν »κυρώσατε εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος«.

ἔλεγε γὰρ πάλιν »ᾧ τι χαρίζεσθε, κἀγώ· διότι εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς κεχάρισμαι ἐν προσώπῳ κυριου, ἵνα μὴ πλεονεκτηθῶμεν ὐπὸ τοῦ σατανᾶ. οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν«. καὶ ὅρα πῶς δίδωσι μετάνοιαν καὶ μετὰ παράπτωμα.

5. Πάλιν δὲ ὁ κύριός φησιν »ἄφετε ἀλλήλοις τὰ παραπτώματα, ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν οὐρανῷ ἀφήσειν ὑμῖνῷ ἀφήσει ὑμῖν«.

ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ οὕτως φησί »καὶ πενθήσω πολλοὺς τοὺς ἐν ὑμῖν παραπεσόντας καὶ μὴ μετανοήσαντας«, ὡς δεικνὺς ὅτι εἰ καὶ παρέπεσαν καὶ μετενόησαν, εἴσδεκτοι οὗτοι γίνονται καὶ οὐκ ἀποβληθήσονται, τοῦ κυρίου γινώσκοντος τί μεθ’ ἑκπάστου ποιήσειε.

Καὶ ὄτι μὲν ὁ κανὼν τῆς ἀληθείας τοιοῦτον ἔχει τὸν χαρακτῆρα, παντί τῳ σαφές ἐστι. μετὰ γὰρ τὴν πρώτην μετάνοιαν τὴν διὰ λουτροῦ τῆς παλιγγενεσίας, ἐν ᾗ μετανοίΠα ἀνεκαινίσθη πᾶς ἄνθρωπος Δευτέρα τις τοιαύτη οὐχ ὑπάρχει.

οὔτε γὰρ δύο εἰσὶ βαπτίσματα, ἀλλ’ ἕν, οὔτε δὶς ἐσταυρώθη Χριστός, ἀλλ’ ἅπαξ, οὔτε δὶς ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἀνέστη. καὶ τούτου χάρινἐπασφαλίσασθαι δεῖ, ἵνα μὴ παραπεσόντες τὸν στέφανον τοῦ ἀνακαινισμοῦ ἀπολέσωμεν.

ἀλλὰ ἐάν τις παραπέςῃ καὶ »προληφθῇ ἔν τινι παραπτώματι«, ὡς λέγει ὁ ἀπόστολος, »ὑμεῖς οἱ πνευματικοὶ καταρίζετε τὸν τοιοῦτον [*](6 I Tim. 5, 14 – 17ff vgl. I Kor. 5, 1. 5 – 10 II Kor. 2, 8. 7 – 11 II Kor. 2, 10 –15 Matth. 6, 14 Mark. 11, 25 – 17 II Kor. 12, 21 – 25 vgl. Röm. 6, 9f – 28 Gal. 6, 1) [*](M U) [*](2 σχοίη Μ | <ἵνα>* 3 vor μιᾶς +τῆς U | ἐννόμως vor εἰ τύχοι Μ | ἐν νόμω U | συναφθῇ Dind. Öh.] συναφθῆναι Μ συναφθεῖναι U 7 nach πάλιν etwas ausgefallen? <εἰ μὴ ἦν μετάνοια>?* 9 τῆς < U 12 διὸ Μ |κυρίου] χριστοῦ U 14 τὰ παραπτώματα U 16 ἀφίση Μ 18 καὶ 2 < Μ 21 περιέχει Μ 23 vor λουτροῦ + τοῦ U | ἐν ᾗ] ἑνὶ Μ | πᾶς + ὁ Μ 24 οὐδὲ Μ 25 οὔτε 1 ] οὐ Μ | χριστὸς < Μ 27 ἀπωλέσωμεν U)

370
ἐν πνεύματι πρᾳότητος, σκοπῶν ἑαυτὸν, μὴ καὶ σὺ π ειρασθῇς«. ἐάν τις οὖν προληφθῇ <ἐν> παραπτώματι ἐν οἴη, μετανοείτω.

δέχεται γὰρ ὁ θεὸς τὴν με τάνοιαν καὶ μετὰ τὸ βάπτισμα ἐάν τις παραπέςῃ. πῶς δὲ μετὰ τῦ τοιούτου ποιεῖ, αὐτὸς μόνος γινώσκει· »ἀνεξερεύνητα γὰρ τὰ κρίματα αὐτοῦ καὶ ἀνεκδιήγητοι αἱ ὁδοὶ αὐτοῦ«.

καὶ πρὸ τῆς παρουσίας οὐδεῖ κρίνειν »ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ ἀποκαλύψει τὰ κρυπτὰ τῆς καρδίας· καὶ τότε ὁ ἄπεινος ἑκάστου φανερὸς γενήσεται«. »ἡ γὰρ ἡμέρα δηλώσει ὅτι ἐν πυρὶ ἀποκλύπτεται«.