Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

Καὶ ὦ τῆς πολλῆς τῶν ἀνθρώπων ματαιοφροσύνης. πᾶσα δὲ πρόφασις ἑκάστην αἵρεσιν, κἄν τε βραχεῖά τις ὑπῆρξεν, ἀπὸ τῆς ἀληθείας παρείλκυσε καὶ εἰς πολλὴν φορὰν κακῶν κατήγαγεν.

ὥσπερ γὰρ | εἴ τις διασφαγὴν εὑρὼν ἐν φραγμῷ παρὰ λεωφόρῳ [καὶ] νομίσῃ διὰ ταύτης βαδίζειν καὶ καταλιπὼν τὴν ὁδὸν ἐκεῖσε τρέπηται, νομίσας ἐγγύτατον ἔχειν ὅθεν διακάμψας πάλιν τῆς ὁδοῦ ἐπιλάβοιτο, ἀγνοήσῃ δὲ ὅτι τεῖχός ἐστιν ὑπέρτατον καὶ μακρῷ διαστήματι ᾠκοδομημένον,

ἐπιτρέχοι δὲ μὴ εὑρίσκων διὰ ποίας τὴν διέξοδον ποιήσηται, ἀντὶ ἑνὸς σημείου ἤτοι μιλίου προκόπτων κατὰ χεῖρα ἔτι πλέον, μὴ εὑρὼν τὴν ὁδόν, καὶ οὕτως τρέπηται ἐπὶ τὰ πλείω, κάμνων δὲ οὕτω καὶ μὴ εὐπορῶν διὰ ποίας ἐπὶ τὴν ὁδοιπορίαν ἑαυτὸν ἀγάγοι, τάχα γε μήτε εὑρεῖν δυνηθείη, εἰ μή τι ἂν ἀνακάμψῃ δι᾽ ἧς καὶ εἰσῆλθεν, —

οὕτω καὶ ἑκάστη αἵρεσις, ὡς συντομίαν τινὰ ἐφευρεῖν διανοηθεῖσα, παρεξώκειλε μὲν διὰ τῆς μακροδίας, ηὑρέθη δὲ αὐτῇ τεῖχος ἀρραγὲς ἡ τῆς ἀνοίας καὶ ἀγνωσίας παρεμπλοκή·

καὶ οὐκ ἂν εὕροι ἡ τοιαύτη ἐπὶ τὴν ἀληθινὴν ἥκειν ὁδόν, εἰ μή τι ἂν ἑκάστη ἀνακάμψῃ εἰς τὸ ἀρχέτυπον τῆς ὁδοῦ, τουτέστιν τὴν βασιλικήν·