Panarion (Adversus Haereses)
Epiphanius
Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.
ἀλλὰ μὴ λέγε μοι τῆς ἀποθήκης τὰ φθάρματα, τουτέστι καὶ σκώσηκας καὶ σῆτας· ταῦτα γὰρ διὰ τὰ ἐν τῷ αἰῶνι γινόμενα εἴρηται, τὸ δὲ ἀπεικονισμένον καὶ ἐν πύλαις ἡμῖν εἰργμένον καὶ ἀποθήκῃ ἠσφαλισμένον πίστεώς ἐστιν ὑπόδειγμα καὶ ὑπογραμμός, »ἕνθα οὕτε λῃσταὶ διορύττουσιν οὔτε σῆτες ἀφανίζουσιν«, ὡς ἕχει ὁ θεῖος λόλος. * οὔτε ὁ μὴν πορισμὸς ευσεβείας, οὔτε μετανοίας <κλῆσις> ὡς ἔφην, μετὰ θάνατον.
οὔτε γὰρ Λάζαρος ἄπέρχεται πρὸς τὸν πλούσιον ἐκεῖ οὔτε ὁ πλούσιοςπρὸς τὸν Λάξαρον, οὕτε Ἁβραὰμ ἀποστέλλει σκύλλων τὸν πένητα πλουτήσοντα ἐς ὕστερον, οὔτε ὁ πλούσιος πένης γενόμενος ὧν αἰτεῖται <μετα>λαμβάνει, καίπερ μετὰ ἱκεσίας τὸν ἐλεήμονα Ἀβραὰμ παρακαλέσας.
ἐσφράγισται γὰρ τὰ ταμιεῖα καὶ πεπλήρωται ὁ χρόνος καὶ [*](2f vgl. Matth. 25, 10 — 13 vgl. Matth. 6, 19 — 16 vgl. Matth. 6, 20 — 19ff vgl. Luk. 16, 19ff) [*](M U 19—S. 376, 5 Anastasius Sinaita quaest. 22; Migne 89, 540 A Lemma τοῦ αὐτοῦ (sc. Ἐπιφανίου) ἐκ τῶν αὐτῶν (sc. τῶν Παναρίων)) [*](1 τοῦτο γάρ ἐστιν*] τουτέστιν MU 2 τουτέστιν + τὸν υἱὸν Μ | ἢ<Μ 4 τουτέστιν<U 5 ὅτε] ὅτι Μ 6 Οὐκέτι ἔνι] οὐκ ἔστιν Μ 9 ἐπίδοσις] ἐπίδειξις U 10 ἀλλὰ M 12 * etwa <οὕτως μετὰ θάνατον τοῦ ἀνθρώπου οὐκ ἔνι αὔζησις τῆς ἀποθήκης> * 12f λέγε μοι + <εἶναι καὶ>?* 14 γινόμενα εἴρηται*] γίνεται ΜU 15 εἰργμένον] εἰρημένον U | ἀποθήκης γίνεται>* 18 <κλῆσις<*, vgl. Z. 8 | οὐκ ἔστι <μετάνοια> μετὰ θάνατον Anast. Sin. 19 oὔτε1] οὐ U | ἀπέρχεται hinter πλούσιον Anast. Sin. 20—23 oὔτε Ἀβραὰμ — παρακαλέσας <Anast. Sin. 20 σκύλλων pet.] σκύλων ΜU 21 πλουτήσοντα *] πλουτήσαντα Μ πλουτῆσαι U | ἐς <U | πένης γενόμενος <U 22 <μετα<λαμβάνει*] λαμβάνει Μ < U 23 καὶ 1 < U)
ἕτι δὲ ὄντων ἐν τῷ αἰῶνι πάντων, καὶ μετὰ πτῶσιν ἔνι ἀνάστασις, ἔτι ἐλπὶς ἔτι θεραπεία ἔτι ὁμολογία, κἂν εἰ μὴ τελειότατα, * ἀλλ’ οὖν γε <καὶ>· τῶν ἄλλων οὐκ ἀπηγόρευται ἡ σωτηρία.
11. Πᾶσα δὲ αἵρεσις ἀπὸ τῆς ἀληθείας ἐξοκείλασα ἐν σκότῳ τυφλώττει καὶ μυωπάζει, ἕτερα ἀνθ’ ἑτέρων διανοουμένη. ἔοικαν γὰρ οὖτοί τισιν ἀτέχνοις καὶ μὴ γινώσκουσι τὰ <περὶ> ἑκάστης ποιότητος καὶ χρήσεως καὶ κόσμου ἑκάστου μέλους καὶ ὡς ἔπος εἰπεῖν (γελοιῶδές τι ὃ προβάλλομαι λέγειν, ὅμοιον <δὲ> τῆς αὐτῶν ἀνοησίας) ὡς περιτιθέασι τὰ ὑποδήματα τῇ κεφαλῇ, τὸν δὲ στέφανον τοῖς ποσὶ καὶ κλοιὸν χρυσοῦν περὶ τὴν γαστέρα·