Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

4. »Καὶ εἰσὶν εὐνοῦχοι οἵτινες ὑπὸ τῶν ἀνθρώπων εὐνουχίσθησαν«, φηςὶν ὁ σωτήρ, καὶ οὔτε ἀπὸ τούτων εἰσὶν οἱ προειρημένοι. οὗτοι μὲν γὰρ γίγνονται (οἱ ὑπὶ ἀνθρώπων εὐνουχισθέντες) ἕνεκεν χρήσεως ἢ βασιλικῆς ἢ ἀρχοντικῆς.

βουλόμενοι γάρ τινες τῶν βαρβάρων βασιλεῖς ἢ καὶ τύραννοι, ζηλοτυπίας χάριν καὶ ὑπονοίας τῆς πρὸς τὰς γαμετὰς τὰς ἰδίας, ἔτι κομιδῆ νέους τοὺς παῖδας λαμβάνουσι [*](2 Matth. 19, 12 – 15 Matth. 19, 12) [*](M U Anast. Sin.) [*](1 γὰρ <M 2 τῶν ὑπὸ τοῦ κυρίου εἰρημένων εὐνούχων Anast. Sin. 3 αὐτῶν + οὕτως Anast. Sin. 4 αὐτῶν] τοιαύτης Anasit. Sin. 4–8 οὔτε μὴν ἁμαρτίαν — μεμυῆσθαι bei Anast. Sin. verkürzt zu καὶ οὔτε μισθὸν ἔχοντες διὰ τὸ οὕτως γεγενῆσθαι· οὔτε πάλιν ἁμαρτίαν, μὴ δυνάμενοι πράττειν τὰ τῶν ἀνδρῶν ὑστερημένοι τὰ ἐκ θεοῦ παιδοποιὰ μόρια. 5 γεγεννῆσθαι *] γεγενῆσθαι M U | ἔπαινον] ἁμαρτίαν U | μὴ *] <M ὅτι U 5 f <τὶ τῶν τοιιούτων> * 6 τῶν ἀφροδισίων *] δι’ ἀφροδησίων M τὴν ἀφροδισίων U 8 βασιλείαν Dind. Öh.] Sin. 12 ἡ πρώτη ἀγωγὴ Anast. Sin. 13 f τῆς διὰ—χειρότευκτον <Anast. Sin. 14 δύνωνται M | διὰ τὸ χειρότευκτον <U 15 καὶ εἰσὶν] εἰσὶ δὲ M εἰσι + φησίν Anast. Sin. | οἵτινες] οἳ U <M 15 f εὐνουχισθέντες M 16 φησὶν ὁ σωτὴρ <Anast. Sin. 16 f καὶ οὔτε—γίγνονται <Anast. Sin. 17 γίγνονται *] γεννῶνται M U | οἱ] + δὲ U + γὰρ Anast. Sin. 18 ἢ 1 < Anast. Sin. 19 ἢ καὶ τύραννοι] καὶ ἄρχοντες Anast. Sin. | ζηλωτυπίας M 20 τὰς ἰδίας γαμετὰς Anast. Sin. 20 f λαμβάνουσι καὶ <Anast. Sin.)

361
καὶ εὐνουχίζουσι τούτους πρὸς τὸ ἁδρυνθέντας ἐμπιστεύεσθαι τὰς ἰδίας αὐτῶν ὡς ἔφην γαμετάς.

καὶ οὕτως ἐν τῷ κόσμῳ γέγονεν ἡ περὶ τούτων αἰτία. ὅθεν τάχα οἶμαι <γέγονεν> καὶ τὸ εὐνοῦχον καλεῖσθαι, ἀπὸ τοῦ εὐνοεῖν δύνασθαι ἀφαιρουμένων τῶν μελῶν καὶ τοῦ μὴ ἐπεντρίβεσθαι μίξει τῶν σωμάτων ὡς τῶν ὀργάνων ἀφῃρημένους.

ἑτέρα τοίνυν αὕτη ἡ τάξις ἐκ παιδὸς λαμβανομένη καὶ εὐνουχιζομένη ὑπὸ τῶν ἀνθρώπων, οὐχὶ διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.

»Καὶ εἰσίν, φηςίν, εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν«. τίνες τοίνυν εἶεν οὗτοι ἀλλ᾿ ἢ οἱ γενναῖοι ἀπόστολοι καὶ οἱ καθεξῆς παρθένοι καὶ μονάζοντες;

Ἰωάννης μὲν καὶ Ἰάκωβος, υἱοὶ Ζεβεδαίου, μείναντες ἐν τῇ παρθενίᾳ, μήτε μῆν ἰδίαις χερσὶ τὰ μέλη ἀποτεμόντες μήτε συναφθέντες γάμῳ, ἀλλὰ τῇ ἰδίιᾶ καρδίᾳ ἀγωνιςάμενοι καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι.